Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 44r

Manuscript msA, page 44r

image

prev: 43v next: 44v

Iliad text

3.102 τεθναίη . ἄλλοι δὲ διακρινθεῖτε τάχιστα·image1

3.103 οἴσετε δ’ ἄρν’· ἕτερον λευκόν . ἑτέρην δὲ μέλαινανimage1, 2

3.104 Γῇ τε καὶ Ἠελίῳ · Διῒ δ’ ἡμεῖς οἴσομεν ἄλλον·image1

3.105 ἄξετε δὲ Πριάμοιο βίην , ὄφρ’ ὅρκια τάμνῃimage1

3.106 αὐτὸς . ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι·image

3.107 μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται·image1, 2

3.108 αἰεὶ δ’ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται·image1, 2, 3, 4

3.109 οἷς δ’ ὁ γέρων μετέῃσιν . ἅμα πρόσσὼ καὶ ὀπίσσωimage

3.110 λεύσσει ὅπως όχ’ ἄριστα μετ ἀμφοτέροισι γένηταιimage

3.111 ὡς ἔφαθ’· οἱδ’ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τεimage

3.112 ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο·image

3.113 καί ῥ’ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας· ἐκ δ’ ἔβαν αὐτοί·image1

3.114 τεύχεά τ’ ἐξεδύοντο· τὰ μὲν κατέθεντ’ ἐπὶ γαίῃimage

3.115 πλησίον ἀλλήλων· ὀλίγη δ’ ἦν ἀμφὶς ἄρουρα·image

3.116 Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπεimage

3.117 καρπαλίμως· ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι ·image1

3.118 αὐτὰρ ὃ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνωνimage

3.119 νῆας ἐπὶ γλαφυρὰς ϊέναι· ἠδ’ ἄρν’ ἐκέλευσενimage

3.120 οἰσέμεναι· ὁ δ’ ἀρ’ οὐκ ἀπίθης’ Ἀγαμέμνονι δίῳ·image

3.121 ῀ ϊρις δ’ αὖθ’ Ἑλένη λευκωλένῳ ἄγγελος ἦλθενimage

3.122 εἰδομένη γαλόῳ· Ἀντηνορίδάο δάμαρτι·image1, 2, 3, 4

3.123 τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων ·image1

3.124 Λαοδίκην · Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην·image

3.125 τὴν δ’ εὗρ’ ἐν μεγάρῳ· ἡ δὲ μέγαν ἱ̈στὸν ὕφαινεimage1

3.126 δίπλακα μαρμαρέην· πολέας δ’ ἐνέπασσεν ἀέθλουςimage1, 2, 3, 4

Scholia text

msA, 3.170, commenting on 3.102 διακρινθεῖτε τάχιστα οὕτως προπερισπᾶται ἔστι γὰρ εὐκτικόν κατα πάθος γεγονὸς ἐκ τοῦ διακρινθείητε ὁμοίως τὸ καὶ εἴ ποθεν ἀλλ’ ἐπιθεῖτε ῶν πάλιν πρῶτα διακρινθείημεν καὶ διακρινθεῖμεν ὥσπερ καὶ τὸ ἡμεῖς δ’ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί ⁑image

msA, 3.174, commenting on 3.103-3.104 ἕτερον λευκόν ἑτέρην δὲ μέλαιναν τὰ οικεῖα ἑκάστω θεῷ ἱερουργούμενα εἰσάγει τῶ μὲν γὰρ ηλίῳ λαμπρῷ ὄντι καὶ αρρενα φησὶ καὶ λευκὸν ἱερουργηθῆναι ἄρνα τῇ δε γῇ μέλαιναν καὶ θήλειαν ἐπεὶ τοιαύτη ἡ θεός· τῷ δὲ Διῒ ἡμεῖς ἄλλον κομίσωμ ὡς ξένοι ἐπεὶ καὶ ξένιος Ζεὺς προσαγορεύεται· ῾Ελληνικῶς ἐπὶ μὲν τῶν δύο τὸ ἕτερον τῷ ἑτέρῳ ἀντιδιέσταλκεν ἐπει δὲ τοῦ τρίτου ἄλλον εἴρηκεν ⁑image

msA, 3.171, commenting on 3.103 οἴσετε δ’ ἄρη προς τὸ οἴσετε ὅτι οὐ μέλλοντός ἐστι χρόνου ἀλλ’ ἀντι τοῦ φέρετε ἀπο τοῦ οἶσαι ὅ ἐστι φέρε ⁑image

msA, 3.175, commenting on 3.104 Γῇ τε καὶ Ἠελίῳ ὅτι Ἑλληνικῶς ἐπὶ μὲν τῶν δύο τὸ ἕτερον τῷ ἑτέρῳ ἀντιδιέσταλκ ἐπὶ δὲ τοῦ τρίτου ἄλλον εἴρηκ ⁑image

msA, 3.179, commenting on 3.108 αἰεὶ δ’ οπλοτέρων ἀπὸ τούτου ἕως τοῦ λεύσσει ἀθετοῦνται στίχοι τρεῖς ὅτι ἀπολογία ἐστιν αὕτη ὑπερ τῶν παραβάντ Πριαμιδῶν . εἰ γὰρ κατα κοινοῦ αἱ φρένες τῶν νέων κρέμανται . οὐδὲν ξένον ἁμάρτημα πεποιήκασι ⁑image

msA, 3.188, commenting on 3.117 καρπαλίμως οὕτως συναπτέον καρπαλίμως ἄρνας τε φέρειν ἐνετείλατο γὰρ φέρειν ταχέως ἐπεὶ παρελκόμενον ἔσται τὸ καρπαλίμως ⁑image

msA, 3.191, commenting on 3.122 εἰδομένη γαλόῳ βαρύνειν δεῖ τὰ γὰρ εἰς ως θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν βραχεία παραληγόμ βαρύνετ · ἅλως Κέως ἕως οὕτω γάλως· τοῦτο δὲ ἀξιοῖ καὶ Τρύφων ἐν τῷ α Περὶ ἀρχαίας ἀναγνώσεως ⁑image

msA, 3.201, commenting on 3.126 δίπλακα μαρμαρέην καὶ αἱ Ἀριστάρχου καὶ ἡ Ζηνοδότου καὶ ἡ Ἀριστοφάνους πορφυρέην εἶχον , οὐ μαρμαρέην καὶ ἐστι πρεπωδέστερον καὶ γὰρ ἐπι τῶν νυμφῶν φάρε’ ὑφαίνουσι ἀλιπόρφυρα ⁑image

msA, 3.691, commenting on 3.126 δίπλακα μαρμαρέην καὶ αἱ Ἀριστάρχου καὶ ἡ Ζηνοδοτου καὶ ἡ Ἀριστοφάνους πορφυρέην εἶχον καὶ ἐστι πρεπωδέστερον . καὶ γὰρ ἐπι τῶν νυμφῶν φάρεων ὑφαίνουσι ἀλιπόρφυραι ⁑image

msAil, 3.695, commenting on 3.107 ἐν τὴ ὑπερηφανίηimage

msAil, 3.696, commenting on 3.107 υτάψειimage

msAil, 3.697, commenting on 3.108 νεωτερ (symbol)image

msAil, 3.698, commenting on 3.108 κσέμαντ (abbreviation)image

msAil, 3.699, commenting on 3.108 Ν symbolimage

msAil, 3.700, commenting on 3.113 ἐκράτειςimage

msAil, 3.701, commenting on 3.122 ἀνδρα δέλφηimage

msAil, 3.702, commenting on 3.123 ὄνκοςimage

msAim, 3.693, commenting on 3.103 ἐπὶ τὸ ἄρνε διαστο βραχεια συλληπτικῶς γὰρ λεγει αρες εῖτα διαιρεῖ ⁑image

msAim, 3.694, commenting on 3.122 γαλῶς ὡς ᾿ Αθῶς καὶ διαίρεσις γαλόῳ ὡς ἐξ ᾿ Αθόω δ‘ ἐπὶ πόητω ⁑image

msAint, 3.176, commenting on 3.105 ὅτι τὸ ἄξετε οὐ τὸν μελλοντα σημ αλλ’ ΐσον τῷ ἄγετε ⁑image