Manuscript msA, page 44v
prev: 44r | next: 45r |
3.127 Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων
3.128 οὓς , ἕθεν εἵνεκ’ ἔπασχον ὑπ’ ῎ Αρηος παλαμάων·1
3.129 ἀγχοῦ δ’ ἱ̈σταμένη προσέφη πόδας ὠκέα ῀ Ϊρις ·
3.130 δεῦρ’ ΐθι νύμφα φίλη· ἵνα θέσκελα ἔργα ἴ̈δηαι1, 2, 3
3.131 Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων·
3.132 οἳ πρὶν ἐπ’ ἀλλήλοισι φέρον πολύδακρυν ῎ Αρηα
3.133 ἐν πεδίῳ· ὀλοοῖο λιλαιόμενοι πολέμοιο .
3.134 οἳ δὴ νῦν ἔαται σιγῇ· πόλεμος δὲ πέπαυται·1, 2
3.135 ἀσπίσι κεκλιμένοι· παρα δ’ ἔγχεα μακρὰ πέπηγεν·
3.136 αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
3.137 μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο·
3.138 τῷ δέ κε . νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις·1
3.139 ὡς εἰποῦσα θεὰ· γλυκὺν ΐμερον ἔμβαλε θυμῷ
3.140 ἀνδρός τε προτέροιο καὶ ἄστεος ἠδὲ τοκήων·
3.141 αὐτίκα δ’ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν
3.142 ὡρμᾶτ’ ἐκ θαλάμοιο . τέρεν κατα δάκρυ χέουσα·
3.143 οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ’ ἕποντο1
3.144 Αἴθρη Πιτθῆος θυγάτηρ· Κλυμένη τε βοῶπις·1, 2
3.145 αῖψα δ’ ἔπειθ’ ΐκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν·1
3.146 οἱ δ’ ἀμφι Πρίαμον · καὶ Πάνθοον · ἠδὲ Θυμοίτην ·
3.147 Λάμπόν τε· Κλυτίον θ’· Ἱ̈κετάονά τ’ ὄζον ῎ Αρηος ·
3.148 οὐκ αλέγων τε καὶ Ἀντήνωρ . πεπνυμένω ἄμφω·
3.149 εἵατο δημογεροντες ἐπὶ Σκαιῇσι πύλῃσιν·
3.150 γήραϊ δὴ πολέμοιο πεπαυμένοι· ἀλλ’ ἀγορηταὶ1, 2
3.151 ἐσθλοί . τεττίγεσσιν ἐοικότες , οἵ τε καθ’ ὕλην1, 2
msA, 3.206, commenting on 3.128 ‡ οὕς ἔθεν ἐγκλιτικῶς ἀνεγνώσθη δια τὸ μετὰ λαμβανόμ , ἐπεὶ εἰς ἁπλῆν ἡ μετάληψις οὗς αὐτῆς . τοῦτο δὲ ἐπι τῆς ἔθεν φασὶν ὅτι εἰ μὲν εἰς απλῆν μετὰ λαμβάνοιτο , ἐγκλιτικῶς ἀναγινώσκειν δεῖ· εἰ δὲ εἰς σύνθετον ὀρθοτονητέως δι ὃ κακεῖνα οὕτως ἀνεγνώσθη ἐπεὶ οὐ εθέν ἐστι χερείων οἱ ἕθεν ὤτρυνον · ἐκεῖνο δὲ κατ ορθὴν τάσιν ἀπο έθεν ὤσατο χειρί · ὅθεν ὁ Σιδώνιος μέμφεται Ἀριστάρχῳ μὴ ἐγκλιτικῶς ἀναγνόντι τὸ πρόσθεν ἕθεν φεύγοντα · ἡ γὰρ διάνοια ἁπλῆν αἰτεῖ τὴν μετάληψιν ⁑
msA, 3.211, commenting on 3.130-3.134 πολύ δακρυν ἅρηα εἶτα ἀπο ἄλλης ἀρχῆς . ἀσύνδετα γὰρ πρὸς τὰ ἐπάνω· διὸ τελεία στικτέον· ὑποστικτέον δὲ ἐν ὑποκρίσει ἀνταποδοτικῆς οὔσης τῆς περιόδου ὑποτακτικοῦ δὲ τοῦ προτέρου οι τοῦ δὲ δευτέρου ἀντωνυμίαν δηλοῦντος ⁑
msA, 3.216, commenting on 3.134 πόλεμος δὲ πέπαυται δια μέσου τὸ ἡμιστίχιον πόλεμος δὲ πέπαυται· διόπερ διαστέλλομεν ἐπὶ τὸ σιγῇ· στίζομεν δὲ ἀνυποκρίτως ἐπι τὸ πέπαυται ⁑
msA, 3.235, commenting on 3.145 Σκαιαὶ πυλαι Δαρδανίας αὐτὰς ἐνίοτε φησί δί ὧν ἐξῄεσαν εἰς τὸ πεδίον οἱ Τρῶες · Σκαιαὶ δὲ εἴρηται ἤτοι ἀπὸ Σκαιοῦ τοῦ κατασκευάσαντος αὐτὰς· ἠ ὅτι ἐν τοῖς σκαιοῖς καὶ ἀριστεροῖς μέρεσι τῆς πό κεινται· οἱ δὲ φασὶν ὅτι ἀπο τοῦ σκαιῶς βουλεύσασθαι τοὺς Τρῶας · τὸν γὰρ δούρειον ἵππον κατὰ ταύτας ἐδέξαντο τὰς πύλας ⁑
msA, 3.233, commenting on 3.144 Αἴθρη Πιτθῆος θυγάτηρ ἑτέρα τῆς Θησέως μτρς ἔστιν αὕτη ἡ Αἴθρα · αἰσχρὸν γὰρ ὑπάρχει θεραπαίνης τρόπω ἀκολουθεῖν τῇ ῾ Ελένῃ τὴν Αἴθραν . ἑκυρὰν νομισθεῖσαν ὡς γὰρ ῾ϊστορεῖ ῾Ελλανικος Πειρίθους καὶ Θησεὺς ὁ μεν Διὸς ὢν ὁ δὲ Ποσειδῶνος συνέθεντο γαμῆσαι Διὸς θυγατέρας καὶ ἁρπάσαντες τὴν ῾ Ελένην κομιδῆ νέαν παρατίθενται εἰς ῎ Αφιδναν τῆς ᾿ Αττικῆς Αἴθρῃ τῆ Πιτθέως μὲν θυγατρὶ μρὶ δὲ Θησέως · οὕτως εἰς ΄ Αδου παραγίνονται ἐπὶ τὴν Περσεφόνην οἱ δὲ Διόσκουροι μὴ ἀπολαμβάνοντες τὴν ἀδελφὴν τὴν ᾿ Αττικὴν πορθοῦσιν Αἴθραν δὲ αἰχμαλωίζουσιν ⁑
msA, 3.245, commenting on 3.151 ἐσθλοὶ τεττίγεσιν Τιθωνοῦ τοῦ Λαομέδοντος Πριάμου δὲ ἀδελφοῦ ἠράσθη ἡ ῾ Ημέρα ἐξ οὗπερ ἐποίησεν τὸν υἵον Μέμνονα · μακρῶ δε βίῳ δαπανηθέντος ἐκείνου μετέβαλεν αὐτὸν εἰς τέττιγα ἡ θεὸς . δι ὃ δὴ αὐτοῦ τοὺς συγγενεῖς δημογέροντας τέττιξιν εἰκάζει ὁ ποιητής ἱστορεῖ ῾Ελλανικος ⁑
msA, 3.246, commenting on 3.151-3.152 ἐσθλοὶ τεττίγεσιν ἀρσενικῶς οἱ γὰρ άρσενες μόνοι τεττιγες ἄδουσιν· τούτοις δὲ παρείκασεν τοὺς γέροντας· άναιμον γὰρ καὶ ψυχρὸν τὸ ζῷον ἐπί τε τείχους κάθηντα ⁑
msAil, 3.704, commenting on 3.130 θειά
msAim, 3.706, commenting on 3.134 απο τοῦ ηνται διαλ
msAim, 3.707, commenting on 3.138 ὅτι περισσὸς ὁ κε καὶ ὅτι πτῶσις ἐνήλλακτ ἀντι τοῦ δε νικήσαντος ⁑
msAim, 3.708, commenting on 3.150 ‡ καὶ γηρεϊ ὡς οὐδεϊ
msAim, 3.709, commenting on 3.151 διασταλτεον βραχυ επι εσθλοὶ την γὰρ ἐπιτασιν μαλλον εμφαίνει ⁑
msAint, 3.241, commenting on 3.150 ασυναλνπτως τῷ γηραϊ αναγνωστεον ⁑