Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 45r

Manuscript msA, page 45r

image

prev: 44v next: 45v

Iliad text

3.152 δενδρέῳ ἐφεζόμενοι· ὄπα λειριόεσσαν ϊεῖσιν·image1, 2, 3

3.153 τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντ’ ἐπὶ πύργῳ·image

3.154 οἱ δ’ ὡς οὖν εἴδονθ’ Ἑλένην ἐπὶ πύργον ϊοῦσανimage

3.155 ῆκα πρὸς ἀλλήλους ἔπεα πτερόεντ’ ἀγόρευον·image1, 2

3.156 οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺςimage

3.157 τοιῇδ’ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν·image1

3.158 αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν·image1, 2, 3

3.159 ἀλλὰ καὶ ὧς· τοίη περ ἐοῦς’ ἐν νηυσὶ . νεέσθω·image1

3.160 μὴ δ’ ἡμῖν τεκέεσσί τ’ ὀπίσσω πῆμα λίποιτο·image1

3.161 ὡς άρ’ ἔφαν· Πρίαμος δ’ Ἑλένην ἐκαλέσσατο φωνῇ·image

3.162 δεῦρο πάροιθ’ ἐλθοῦσα φίλον τέκος ἵ̈ζευ ἐμεῖοimage

3.163 ὄφρα ἴ̈δῃ πρότερόν τε πόσιν . πηούς τε· φίλους τε·image1

3.164 οὔ τί μοι αἰτίη ἐσσὶ· θεοί νύ μοι αἴτιοί εἰσινimage

3.165 οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν ·image

3.166 ὥς μοι καὶ τόνδ’ ἄνδρα πελώριον ἐξονομήνῃςimage1

3.167 ὅς τις ὅδ’ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε·image

3.168 ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασιν·image

3.169 καλὸν δ’ οὕτω ἐγὼν οὔ πω ἴδον· ὀφθαλμοῖσιν·image

3.170 οὐδ’ οὕτω γεραρὸν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικεν·image

3.171 τονδ’ Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν·image

3.172 αἰδοῖός τέ μοι ἐσσι φίλε ἑκυρὲ δεινός τε·image

3.173 ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς . ὁππότε δεῦροimage

3.174 υἱέϊ σῷ ἑπόμην· θάλαμον γνωτούς τε λιποῦσα·image

3.175 παῖδά τε τηλυγέτην· καὶ ὁμηλικίην ἐρατεινήν·image1, 2

3.176 ἀλλὰ τάγ’ οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα·image1

Scholia text

msA, 3.254, commenting on 3.155 ῆκα πρὸς ἀλλήλους Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ἐν τῷ Περὶ τῆς Κρατη τε ίου αἱρέσεως φησίν ὦκα γράφει ἀντι τοῦ ἠκα καὶ ἀπολογούμ φησιν ὅτι μετ αὐτὸν διασταλτέον· ἵν ᾖ Ἑλένην ἐπι πῦργον ἰοῦσαν ὦκα προς δὲ τὸ μὴ αρμόζειν· ἐπι τῆς Ἑλένης τὸ δρομαίαν αὐτὴν προσέρχεσθαι μὴ καὶ ἔτι καταλάβη αὐτοὺς ταῦτα διαλεγομένους· καὶ ἡ ἀρετὴ τοῦ πρέποντος ἀφαιρεῖται· τὸ γὰρ ῆκα επι πρεσβυτῶν ὡς οὐδὲν ἕτερον ἁρμόζει καὶ μάλλιστα ὅτι καλλος γυναικὸς θαυμάσαντες τῶν ἰδίων καταφρονοῦσι κινδύνων· τοῦτο οὖν οὐκ ῆν πρέπον ἄλλον ἀκούειν . ἀμφότερα δὲ ὁ ποιητὴς ἐφύλαξεν καὶ τὸ τῆς Ἑλένης ἐγκώμιον καὶ τὸ τοῖς πρεσβύταις πρέπον προσθεὶς τὸ ἦκα ⁑image

msA, 3.256, commenting on 3.156-3.158 οὐ νέμεσις Τρῶας ἡ στιγμὴ κατα τὸ τέλος τοῦ ἑξῆς στίχου ἐπὶ τὸ πάσχειν εἷτα ἀφ ετέρας ἀρχῆς αἰνῶς ἀθανάτησι τοῦ αἰνῶς ἐν ϊσῳ κειμένου τῷ λίαν ὡς κακῆ αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματα καλά τινὲς δὲ τῶν καθ’ ημᾶς τοῖς ἄνω προστιθέασι τὸ αἰνῶς τρίγωνον δὲ ἐπίγραμμα πρῶτος ῞ Ομηρος γέγραφεν τὸ οὐ νέμεσις Τρῶας ἀφ οἵου γὰρ στίχου τῶν τριῶν ἀρξώμεθα ἀδιάφορον ⁑ ⁑ ⁑image

msA, 3.275, commenting on 3.158 ἔοικεν ἐζήται πῶς ὁ Πρίαμος τῷ δεκάτω ἔτει πυνθάνεται περι τῶν ἀρίστων ἐπειδὴ πρότερον περὶ τὰς ἀστογείτονας πόλεις ἐπλανῶντο ὥς που καὶ ὁ ποιητὴς φησὶν κατα ληΐδα ὅπη ἄρξειεν ᾿ Αχιλλεύς · νῦν δὲ προσκάθηνται τῇ ᾿ Ιλίῳ ῆ ὅτι πρότερον μὲν οὐκ ηγε σχολὴν πυθέσθαι περὶ αυτῶν τοῦ ᾿ Αχιλλέως ἰσχυρῶς αὐτοῖς ἐγκειμ καὶ μόνον ἑαυτὸν επιδεικνυντος καὶ τῷ φόβῳ κατακλείστους ποιῶν ἐφρόντιζε γὰρ τὸ τηνικαῦτα ὁ Πρίαμος οὐ περὶ τούτων ἀλλα περι τοῦ σώζεσ τὴν πo νῦν δὲ μηνιῶντος ἐκείνου καὶ ϊσορρόπου τῆς μάχης γεγενημένης ὡς καὶ τοῦ τείχους χωρὶς πολεμεῖν τοὺς Τρῶας . εἰκότως περὶ αυτῶν πυνθάνεται· ἕτεροι δὲ φασὶν ὅτι ἀπο τῆς πανοπλίας καὶ τῶν ἵππων αὐτοὺς ἐγνώριζον ὡς καὶ Πάνδαρος ἐπι τοῦ Διομήδους λέγει ἀσπίδι γινώσκων αὐλώπιδι τε τροφαλείῃ πρότερον δὲ οὐ τεθέατο οὕτως πάντας ἐνόπλους ὡς νῦν ⁑image

msA, 3.276, commenting on 3.166 ὥς μοι καὶ τόνδ’ ἄνδρα ἐὰν τὸ ῾ΐνα ἐκ τοῦ ὡς σημαίνηται . ἔσται τῶν ἄνω ἐχόμενος ὁ λόγο ς ὄφρα ᾿ΐδη πρότερόν τε πόσιν καὶ ὥς μοι τόνδ’ ἄνδρα· βέλτιον δὲ εἴ γε καὶ τὸ ἐξονομήνῃς ἀντι τοῦ εὐκτικοῦ παραλαμβάνης ⁑image

msA, 3.285, commenting on 3.175 παῖδά τε τηλυγέτην λέγει τὴν῾ Ερμιόνην · ὁ δὲ Πορφύριος ἐν τοῖς ῾Ομηρικοῖς ζητήμασιν . οὕτως φησὶν . Ἑλένης τε καὶ Μενελάου ἱστορεῖ δίεθος παῖδα Μορράφιον ἀφ’ οὗ τὸ τῶν Μορραφίων γένος ἐν Πέρσαις · ὡς δὲ Κιναίθων Νικόστρατος παρα δὲ Λακεδαιμονίοις ῾ Ελένης δύο παῖδες τιμῶνται Νικόστρατος καὶ Αἰθιόλας ⁑image

msA, 3.286, commenting on 3.175 τηλυγέτην καταχρηστικῶς εἶπεν κυρίως δὲ τηλυγέτοι καλοῦνται οἱ τηλοῦ τῆς γονῆς ὄντες παῖδες ὅ ἐστιν οἱ ἐκ γεροντικῆς ἡλικίας σπαρεντες· δοκεῖ γὰρ τὰ μετὰ ἀπόγνωσιν τῆς παιδοποιΐας γεννόμενα μᾶλλον ἀγαπᾶσ ⁑image

msA, 3.249, commenting on 3.152 δενδρέω ἐφεζόμενοι ὅτι Ζηνόδοτος γράφει δένδρει ὁ μὲν οὖν λέγων δένδρος ὡς κάλλος· ερεῖ δένδρει ὡς κάλλει· ὁ δὲ δένδρον ὡς βάθρον· ἐρεῖ δένδρῳ ὡς βάθρῳ· Ὅμηρος δὲ λέγων δένδρεον ὑψιπέτηλον . ὡς χάλκεον· ἐρεῖ καὶ δενδρέω ὡς χαλκέω ⁑image

msA, 3.253, commenting on 3.155 ἦκα πρὸς ἀλλήλους ὅτι Ζηνόδοτος γράφει ῶκα · εἴτε δὲ ἐπι τῆς Ἑλένης ἐστιν ὅτι ῶκα ἐπορεύετο ἀπρεπὲς ἔσται εἴτε ἐπι τῶν δημογερόντων ὅτι ῶκα διελέγοντο ἀνάρμοστον βραδύλογοι γάρ εισιν οἱ γέροντες ⁑image

msAint, 3.250, commenting on 3.152 ὅτι Ζηνόδοτος γ δενδρειimage

msAint, 3.259, commenting on 3.157 ‡ ἑν εστι διο προπερισπαστέον το τοιῇδε ⁑image

msAint, 3.260, commenting on 3.158 ‡ αινῶς ἀθανατησι ὡς αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματ ⁑image

msAint, 3.262, commenting on 3.159 περισπαστέον τὸ ως ἀντὶ γὰρ τοῦ ὅμως ⁑image

msAint, 3.268, commenting on 3.163 ὅτι χωρὶς τοῦ ς γραφειν ὁμηρικώτερον ⁑ ⁑ ⁑image

msAint, 3.287, commenting on 3.176 δια του κέ συνδεσμου συνειλειπται τά κε γράφετ δὲ καὶ τά γεimage