Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 45v

Manuscript msA, page 45v

image

prev: 45r next: 46r

Iliad text

3.177 τοῦτο δέ τοι ἐρέω , ὅ μ’ ἀνείρεαι ἠδὲ μεταλλᾷς·image1

3.178 οὗτός γ’ Ἀτρείδης εὐρὺ κρείων Ἀγαμέμνων ·image

3.179 ἀμφότερον· βασιλεύς τ’ ἀγαθὸς . κρατερός τ’ αἰχμητής·image1

3.180 δαὴρ αὖτ’ ἐμὸς έσκε κυνώπιδος . εἴ ποτ’ ἔην γεimage1

3.181 ὡς φάτο· τὸν δ’ ὁ γέρων ἠγάσσατο φώνησέν τεimage

3.182 ὦ μάκαρ Ἀτρείδη · μοιρηγενὲς· ὀλβιόδαιμον·image1, 2, 3, 4

3.183 ῆ ῥά νύ̆ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν ·image1, 2

3.184 ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν·image1

3.185 ἔνθα ἴ̈δον πλείστους Φρύγας · ἀνέρας αἰολοπώλουςimage

3.186 λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο·image

3.187 οἵ ῥα τότ’ ἐστρατόωντο παρ’ όχθας Σαγγαρίοιο ·image

3.188 καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθηνimage

3.189 ἤματι τῷ . ὅτε τ’ ἦλθον Ἀμαζόνες ἀντιάνειραι·image1

3.190 ἀλλ’ οὐδ’ οἳ τόσοι ἦσαν . ἑλίκωπες Ἀχαιοί ·image1

3.191 δεύτερον αὖτ’ Ὀδυσῆα ἰδὼν ἐρέειν’ ὁ γεραιός·image

3.192 εἰπ’ άγε μοι καὶ τόνδε φίλον τέκος . ὅς τις ὅδ’ ἐστί·image

3.193 μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρείδαο ·image

3.194 εὐρύτερος δ’ ὤμοισιν ἰ̈δὲ στέρνοισιν ἰ̈δέσθαι·image

3.195 τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ·image

3.196 αὐτὸς δὲ κτί̆λος ὡς ἐπιπωλεῖται στίχας ἀνδρῶν·image

3.197 ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ·image1

3.198 ὅς τ’ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων·image1, 2, 3

3.199 τονδ`’ ἠμείβετ’ ἔπειθ’ Ἑλένη Διὸς ἐκγεγαυῖα·image

3.200 οὗτος δ’ αῦ Λαερτιάδης πολύμητις Ὀδυσσεὺς .image

3.201 ὃς τράφη ἐν δήμῳ Ἰ̈θάκης κραναῆς περ ἐούσης·image1

Scholia text

msA, 3.289, commenting on 3.179 ἀμφότερον τοῦτο συναπτεον τῷ ἀγαθός ἵν ῇ κατ άμφω ἀγαθός· καὶ τὸν ϊσχυρὸν γὰρ ἀγαθόν φησί μέγιστα δὲ πρὸς βασιλείαν ταῦτα τήν τε τῶν οἰκείων καὶ τὴν τῶν πολεμίων εἰρήνην πραγματευόμενα·image

msA, 3.290, commenting on 3.180 δαὴρ αυτ’ εμὸς κυνώπιδος προς τὴν σημασίαν ὑπήντησεν τὸ γαρ δαὴρ εμός δηλοι τὸ δαήρ μου τῆς κυνόπιδος ⁑image

msA, 3.711, commenting on 3.182 ὀλβιόδαιμον προπαροξυτόνως ἕστι γὰρ σύνθετον τα δὲ μακρὰ παραληγόμα βαρύτονα ἔχοντ κλητικὴν εἰς ον περατουμ προπερισπᾶται ἁπλὰ ὄντα Μαχᾶον Ἀρετᾶον · σύνθετα μέντοι ὄντα ἀναδίδωσι τὸν τόνον κυλλοπόδιον Ποσειδᾶον ολβίοδαιμον καὶ ἐπι τῶν ἄλλων δὲ συνθέτων τὸ αὐτὸ λέγω δὲ τὸ Αὐτόμεδον καὶ Ἀγάμεμνον ταῦτα γὰρ πάλιν τὸν τόνον ἀνεβίβασε κατα κλητικὴν· ἐπεὶ σύνθετα ἢν· τὰ μέντοι παρα τὸ φρὶν συντιθέμενα ἐφύλαξε τὸν τόνον· Λυκόφρον δαΐφρον ὅθεν σημειῶδες ἐκεῖνο κατα κλητικήν ιὼ Λακεδαῖμον ᾿Αριστοφά ὀλκάσι καὶ εἰ σύνθετον τὸ ψευδόμοι σε Παλαῖμον ⁑image

msA, 3.296, commenting on 3.183 δεδμήατο ἡ μεταφορὰ ἀπο τῶν ἀλόγων ζώων δαμάζονται γὰρ κυρίως ταῦτα τοῦτο δὲ ἔκτασιν ἔχει ποιητικὴν τοῦ ε εἰς τὸ η δια τὴν ἐπαλληλίαν τῶν βραχέων τοιοῦτόν ἐστι καὶ τὸ πεφοβήατο ἔστι δὲ συγκεκομμ παρὰ γὰρ τὸ δαμῶ δεδαμέατο ἦν τὸ ἐντελές δύο οὖν πάθη ὑπέμεινε συγκοπ τοῦ α καὶ ἔκτασιν τοῦ ε ⁑image

msA, 3.303, commenting on 3.188-3.189 καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν Μελανίππη καὶ ῾ Ιππολύτη θυγατέρες Ἄρεος τῶν μαζωνιδων προηγούμεναι τῆς στρατείας αὗται δὲ πειρώμεναι τὴν Φρυγίαν ὑπ αυτὰς ποιῆσαι δια τὸ τὴν χώραν ἱπποτρόφον εἶναι καὶ ἀμπελώδη παντὶ τῷ στρατεύματι παρασκευασθεῖσαι παρέτυχον εἰς τὴν προειρημ χω καὶ στρατόπεδ ἔθεντο προς τὸν Σαγγάριον ποταμὸν· τῶν δὲ Φρυγῶν ὑπὸ τὸν αὐτὸν χρόνον ἦσαν Μυγδὼν καὶ Ὀτρεὺς οἵτινες τὴν σφῶν αὐτῶν στρατείαν ἐξήνεγκαν καὶ πρὸς τὸν αὐτὸν τόπον παρεγένοντο τῶν Αμαζονίδων προς τὸ κωλῦσαι αὐτὰς μὴ ἐπιβῆναι τοῖς ἑαυτῶν όροις καὶ ὁ Πρίαμος τῆς Τροίας βασιλευς εστρατεύετο κατα ᾿Αμαζόνων συν αυτοῖς κατ εκεῖνον ἀκμάζων τὸν καιρόν ⁑image

msA, 3.305, commenting on 3.189 Ἀμαζόνες ἀντιάνειραι αἱ ᾿Αμαζόνες λεγονται· εἶναι ῎Αρεως καὶ ᾿Αφροδίτης θυγατέρες τραφεῖσαι παρα Θερμώδοντι ποταμῷ τῆς Σκυθίας ἐκλήθησαν δὲ οὕτως διὰ τὸ τὸν δεξιὸν μασθὸν ἐκτέμνεσθ ὡς ἐμποδίζοντ αὐταῖς ἐν τῷ τοξεύειν ⁑image

msA, 3.297, commenting on 3.184 ἤδη καὶ Φρυγίην ὅτι διαφέρει ἡ Φρυγία τῆς Τροίας καθ Ὅμηρον · οἱ δὲ νεώτεροι συγχέουσι· καὶ ὅτι το ἤδη παρείληπται ἀντι χρονικοῦ τοῦ ποτὲ δι ὃ καὶ πάραλλήλως λέγεται τὸ ἤδη τῷ ποτε ήδη γὰρ καὶ δεῦρό ποτ’ ήλυθεν ⁑image

msA, 3.314, commenting on 3.197 πήγεσιμᾶλλον μελανομάλλῳ· οὗτος γὰρ ἐν λευκῷ ποιμνίωδιάδηλος ἔσται· τῶ πραϋτάτω δὲ εἴκασται δια τὸ ἀτάραχον ⁑image

msA, 3.316, commenting on 3.198 ‡ ὅς τ’ οἰῶν ὁ μὲν Ἀρίσταρχος οἰῶν ὡς αἰγῶν ὁ δὲ Ἡρωδιανὸς ὀΐων ὡς δαΐδων λέγων ὡς οὐ κλίνει τὸμονοσύλλαβον ὁ ποιητής εἰ μὴ μέτρον κωλύσει ⁑image

msA, 3.317, commenting on 3.198 ὃς τράφη ἐν βραχεῖ τὸ ἐπίγραμμα πάντα ἔχει μετὰ ἐπαίνων δὲ περι ἑκαστου ἐκτίθεται δια τὸ προσπεπονθέναι τῷ Ἑλληνικῷimage

msA, 3.318, commenting on 3.201 ἐν δήμῳ Ϊθάκης ἔστι νῆσος τῆς Κεφαληνίας καὶ τόπος δέ ἐστιν ἐν Ϊθακη δῆμος καλούμ ὅτε δὲ ἡ λέξις Δηλοῖ τὸ πολὺ σύστημα καὶ πλῆθος τῶν ἀνδρῶν ⁑image

msAil, 3.714, commenting on 3.177 ἐθειγηνimage

msAil, 3.715, commenting on 3.182 ὠς γαθῆ μοίρα γενγηθειόimage

msAil, 3.716, commenting on 3.183 ὑπο τετογμε κοίεισίimage

msAil, 3.717, commenting on 3.190 ὅ σοιimage

msAim, 3.712, commenting on 3.182 σημείωσαι ως κατα πρόσωδον συλλαβῆς ἤυξηται μετεπιπλήξεως ὁ ἔπαινος ⁑image

msAim, 3.713, commenting on 3.182 ᾿ Αρίσταρχος κεφαλην βελτιον δὲ ἀπ άλλης ἀρχῆς ἵνα λειπῃ τὸ ἐστίν ⁑image