Manuscript msA, page 46r
prev: 45v | next: 46v |
3.202 εἰδὼς παντοίους τὲ δόλους καὶ μήδεα πυκνά·
3.203 τὴν δ’ αῦτ’ Ἀντήνωρ πεπνυμένος ἀντίον ηύδᾱ·
3.204 ὦ γύναι· ῆ μάλα τοῦτο ἔπος νημερτὲς έειπες·
3.205 ἤδη γὰρ καὶ δεῦρό ποτ’ ἤλυθε δῖος Ὀδυσσεὺς1
3.206 σεῦ ἕνεκ’· ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ ·1
3.207 τοὺς δ’ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα·1
3.208 ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά·
3.209 ἀλλ’ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν·
3.210 στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους·
3.211 ἄμφω δ’ ἑζομένω· γεραρώτερος ῆεν Ὀδυσσεύς ·1
3.212 ἀλλ’ ὅτε δὴ μύθους . καὶ μήδεα πᾶσιν ὕφαινον .1
3.213 ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε·1, 2
3.214 παῦρα μὲν . ἀλλὰ μάλα λιγέως· ἐπεὶ οὐ πολύμυθος
3.215 οὐδ’ ἀφαμαρτοεπής ἢ καὶ γένει ὕστερος ῆεν·1, 2
3.216 ἀλλ’ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς .
3.217 στάσκεν· ὑπαὶ δὲ ἴ̈δεσκε κατα χθονὸς ὄμματα πήξας·1, 2, 3
3.218 σκῆπτρον δ’ οὔτ’ ὀπίσω οὔτε προπρηνὲς ἐνώμᾱ·1
3.219 ἀλλ’ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς·1, 2, 3
3.220 φαίης κεν ζάκοτόν τέ τιν’ ἔμμεναι ἄφρονά τ’ αὕτως·1, 2
3.221 ἀλλ’ ὅτε δὴ ὄπα τὲ μεγάλην ἐκ στήθεος εἴη
3.222 καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν .
3.223 οὐκ ἂν ἔπειτ’ Ὀδυσῆΐ γ’ ἐρίσσειε βροτὸς ἄλλος·
3.224 οὐ τότε γ’ ὧδ’ Ὀδυσῆος ἀγασσάμεθ’ εἶδος ἰ̈δόντες·1
3.225 τὸ τρίτον αὖτ’ Αἴαντα ἰ̈δὼν ἐρέειν’ ὁ γεραιός·
3.226 τίς ταρ ὁδ’ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε
msA, 3.334, commenting on 3.213 ἐπιτροχάδην βραχύλογοι γὰρ οἱ Λάκωνες ἀεὶ δηλοῖ δὲ εὐφυέστερον ὡς ἀπο μὲν Μενελάου τὸν παρα τοῖς ῥήτορσι καλούμενον ἄνετον τόπον ἀπο δὲ ᾿ Οδυσσέως τὸν σύντομον ἐπ ἐκείνου μὲν γὰρ εἶπε παῦρα μὲν ἐπι δε ᾿ Οδυσσεως πρόσεθηκεν τὸ καὶ ἔπεα νιφάδεσσιν ἐοικότα τοῦτέστι πυκνὰ καὶ πολλά ⁑
msA, 3.337, commenting on 3.215 ἦ καὶ γένει ὕστερος εἶεν ἐὰν βαρύνωμεν τὸν ἠ σύνδεσμον . διαστελοῦμεν βραχύ· κείσεται γὰρ ἀντι τοῦ εἴ συναπτικοῦ· ἐὰν δὲ περισπῶμεν τελείαν στίξομεν παραπληρωματικὸς γάρ ἐστι καίτοι νεώτερος ἦν
msA, 3.330, commenting on 3.211 ἄμφω δὲ ἑζομένω ὅτι Ζηνόδοτος σὺν τῷ ν γράφει ἑζομένων τὸ δὲ ἄμφω δύο πτώσεις ἔχειν ἀμφότεροι ἢ ἀμφοτέρους καὶ νῦν λέγει ἀμφότεροι δὲ καθήμενοι κατ εναλλαγὴν πτώσεως ἀντι τοῦ καθημένων δὲ προτέρων καὶ ἔστι σύνηθες ὡς ἐπεκείνου οἱ δὲ δύο σκόπελοι ὁ μέν ἀντι τῶν δύο σκοπέλων ⁑ ⁑ ⁑ ⁑
msA, 3.341, commenting on 3.217 στάσκεν οῖδεν ἡ στάσις πολλάκις ὑπόνοιαν εἰς τι κινεῖν· ῥητορικὴ οὖν ἡ στάσις ᾿ Οδυσσέως · ἀφροσύνην δὲ σχηματίζεται πρὸς τὸ μὴ ὑπονοεῖσθ τοῖς ὁρῶσιν η οία εἰκὸς Μενελάου τὰς οἰκείας βλάβας ἐκθεμένου τεταράχθ τὴν ἀγοράν· τῇ εἰς εαυτὸν οὖν ἐπιστροφῆ καταρτίζει τοὺς ὁρῶντας ⁑
msA, 3.344, commenting on 3.219 ἀλλ’ αστεμφες προς τὸ ἀστεμφὲς ὅτι τὸ ἀμετακίνητον· ὁ γὰρ Ἀνακρέων συ γὰρ ῆς ἐμοίγ’ ἀστεμφής· καὶ ὅτι τὸ αΐδρεϊ κατα τὸ βαρὺ προενεκτέ ⁑
msA, 3.345, commenting on 3.219 ἀΐδρεϊ προπαροξυτόνως ὡς ἀπ εὐθείας τῆς ἄϊδρις χώρου ἄϊδρις ἐών . ταύτης δὲ τῆς εὐθείας ὀφείλει γενικὴ· ἐκπίπτειν ἀΐδρεος καὶ ἀΐδρεϊ οὐ γὰρ δή γε δια τοῦ δ οὐ γάρ ἐστι παρώνυμον μακρᾷ παραληγόμενον ἀλλ’ ὡς τὸ ἔχεις πόσις όφις· οὕτως ὁφείλει κλίνεσθαι ώστε ἐκ τοῦ ἐναντίου ἁμάρτημα τὸ παρα τῇ Σαπφοῖ τὸ πολυΐδριδι εἰ μὴ ἄρα ὁμοίως τοῖς Ἀττικοῖς ἐκλίθη· ὁ γὰρ Σοφοκλῆς ᾿ΐδριδα ἔφη τὴν αιτιατικὴν· ὅ τε Φρύνιχος τὴν εὐθείαν ᾿ΐδριδες · γένοιτο οὖν ἡ δοτικὴ ἀΐδρεϊ φωτὶ ἐοικὼς κατα τὸν προκείμ λόγον· οὐδὲν δὲ θαυμαστὸν εἰ διὰ τοῦ ϊ πολλάκις τῶν τοιούτων γενικῶν τὴν παραλήγουσαν προφέρονται ῎Ϊωνες τὴν δὲ δοτικὴν διὰ τοῦ ε οὐχι δὲ δια τοῦ ϊ τάχα γὰρ δια τὸ κακόφωνον· ὁ γοῦν ποιητὴ σφησὶν εὐνήν τ’ αἰδομένη πόσιος , τὴν δε δοτικὴν χαριζομ πόσεϊ ᾧ ⁑
msA, 3.347, commenting on 3.220 φαίης κεν ὅτι τὸ φαίης . τὴν φαντασίαν ἔχει ὡς πρὸς τὴν Ἑλένην λεγόμενον· κατα μέντοι γε Ὁμηρικὴν συνήθειαν ἐκληπτέον ἐν ᾿ΐσω τῷ ἔφη τίς ἄν ὡς ἔχει τὸ ἔνθ’ οὐκ ἂν βρίζοντα ᾿ΐδοις ἀντι τοῦ ἴδοι τίς ἄν·
msA, 3.353, commenting on 3.224 οὐ τότε γ’ ὧδ’ Ὀδυσσῆος πρὸς τὸ σιωπόμ ὅτι συνυπακοῦσαι δεῖ το οὐ τότε οὕτως ἐθαυμάσαμεν τὸ εἶδος ᾿ϊδόντες ὡς τὴν κατα λόγον δύναμιν ⁑
msAext, 3.718, commenting on 3.219 ἀΐδρει
msAim, 3.719, commenting on 3.215 πιθανώτερον βαρυνειν τὸν η καὶ ἀντι τοῦ εἴ παραλαμβάνεται ⁑
msAint, 3.343, commenting on 3.218 σημειωτέον δὲ ὅτι εκαστος τῶν ηγεμονων σκῆπτρον εῖχεν ΐδιον ὡς καὶ ᾿Αχιλλεὺς ἐν τῇ αλφα ὄμνυσι κατ αυτοῦ ⁑