Manuscript msA, page 46v
prev: 46r | next: 47r |
3.227 ἔξοχος Ἀργείων κεφαλὴν ἠδ’ εὐρέας ὤμους·1
3.228 τὸν δ’ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν·
3.229 οὗτος δ’ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν ·
3.230 Ἰ̈δομενεὺσδ ‘ ἑτέρωθεν ἐνι Κρήτεσσι θεὸς ὡς1
3.231 ἕστηκ’· ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται·
3.232 πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος
3.233 οἴκῳ ἐν ἡμετέρῳ· ὁπότε Κρήτηθεν ἵ̈κοιτο·
3.234 νῦν δ’ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιοὺς
3.235 οὕς κεν ἔϋ γνοίην . καί τ’ οὔνομα μυθησαίμην·
3.236 δοιὼ δ’ οὐ δύναμαι ἰ̈δέειν κοσμήτορε λαῶν1
3.237 Κάστορά θ’ ἱππόδαμον· καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα1
3.238 αὐτοκασιγνήτω . τώ μοι μία γείνατο μήτηρ·1
3.239 ἢ οὐχ ἑπέσθην Λακεδαίμονος ἐξ ερατεινῆς .
3.240 ἦ δεύρο μὲν ἕποντο νέεσς’ ἐνὶ ποντοπόροισι·1
3.241 νῦν αῦτ’ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν
3.242 αἴσχεα δειδιότες καὶ ὀνείδεα· πολλ’ ἅ μοι ἐστίν·1, 2
3.243 ὡς φάτο· τοὺσδ’ ἤδη κάτεχεν φυσίζοος αῖα1, 2
3.244 ἐν Λακεδαίμονι αῦθι φίλῃ ἐν πατρίδι γαίῃ·1
3.245 κήρυκες δ’ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ·1
3.246 ἄρνε δύω· καὶ οἶνον . ἐΰφρονα καρπὸν ἀρούρης
3.247 ἀσκῷ ἐν αιγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν
3.248 κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα·
3.249 ὤτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν·
3.250 ὄρσεο Λαομεδοντιάδη · καλέουσιν ἄριστοι1, 2
3.251 Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων
msA, 3.367, commenting on 3.236 ᾿ϊδέειν οὐκ ἐστιν ἐυτελὲς τοῦ ἰδέειν , ἀλλα τοῦ ναντίον ἀπο τοῦ ϊδεῖν γέγονεν κατα διάλυσιν ὥσπερ ἀπο τοῦ εὐφρανεῖν τὸ εὐφρανέειν· οἱ γὰρ δεύτεροι μέλλοντες οὐκ έχουσι τὴν περισπωμ ἀπὸ ἐντελείας ὥσπερ οἱ περισπώμοι ἐνεστῶτες ⁑
msA, 3.368, commenting on 3.237 πὺξ ἀγαθὸν ἐν πυγμῆ ἀνδρεῖον καὶ γενναῖον οὗτος γὰρ καὶ τὸν ἀφόρητον πύκτην ῎Αμυκον ἀναιρεῖ ὡς ᾿Απολλώνιος φησὶν ἐν δευτέρῳ · ἐζήτηται δὲ πῶς τοὺς ἀδελφοὺς πρῶτον οὐκ ἐπεζήτει ἡ ῾Ελένη · ῥητέον δὲ ὅτι ἴσως μὲν ἐπεζήτησεν εὐχερῶς δὲ ὅτε ἔγραφεν· ῞Ομηρος ἐπεμνήσθῃ ⁑
msA, 3.375, commenting on 3.240 νέεσσ’ ἐνι ποντοπόροισι Νικίας ἀναστρέφει οὐ συμφωνεῖ δὲ τὰ τῆς ἱστορίας αὐτῴ φασὶ γὰρ Ἀρίσταρχον τοῖς κυριωτέροις συντάσσειν τὰς προθέσεις ⁑
msA, 3.380, commenting on 3.243 ὣς φάτο τοὺς δ’ ἤδη κάτεχεν οὗτοι δὲ φησὶν ἦσαν μεταστάντες ἐξ ἀνων καὶ ὑπο γῆν διετέλουν ὅτε μὲν ζῶντες ὅτε δὲ τεθνηκότες κατ αὐτὸν τὸν ποιητὴν λέγοντα ἄλλοτε μὲν ζωοὺς ἑτερήμεροι· ἄλλοτε δὲ τεθνᾶσι τιμὴν δὲ λελόγχασιν ἴσα θεοῖσιν · φυσίζωος δὲ ἤτοι ἡ τὰ πρὸς τὸ ζῆν φύουσα καὶ δωρουμένη ἠ ὅτι τῶ ὄντι λέγεται χώρα ἐν Λακεδαίμονι οὕτω Φυσίζωος ἐπεὶ ἐκεῖ δοκοῦσιν οἱ Διόσκουροι καραποθέντες πάλιν ἀναδοθῆναι ⁑
msA, 3.381, commenting on 3.244 ἐν πατρίδι γαίῃ ὅτι Ζηνόδοτος γράφει ἑῇ ἐν πατρίδι · εἴτε δὲ ἐπι τῶν Διοσκούρων ἔσται τὸ ἑῇ ἑνικὸν οὐχ ἁρμόσει· εἴτε ἐπι τῆς Ἑλένης ἔκθεσμόν ἐστι τὸ οὕτω λέγειν· τούς δ’ ἤδη κατέχεν φυσίζοος αἶα ἐν τῇ ἑαυτῆς πριδι ⁑
msA, 3.388, commenting on 3.250 Λαομεδοντιάδη μηρ Πριάμου ὡς φησὶ Πορφύριος ἐν τῷ περι τῶν παραλελειμμ τῷ ποιητῇ ὀνομάτων κατὰ ᾿Αλκμᾶνα τὸν μελοποιὸν Ζευζίππη · κατα δὲ ῾Ελλάνικον Στρυμώ ⁑