Manuscript msA, page 47r
prev: 46v | next: 47v |
3.252 ἐς πεδίον καταβῆναι· ἵ̈ν’ ὅρκια πιστὰ τάμητε·
3.253 αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
3.254 μακρῇς ἐγχείῃσι μαχήσοντ’ ἀμφὶ γυναικί·
3.255 τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθ’ ἕποιτο·
3.256 οἱδ’ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες·
3.257 ναίοιμεν . Τροίην ἐριβώλακα· τοὶ δὲ νέονται1
3.258 ῎ Αργος ἐς ἱππόβοτον· καὶ Ἀχαιΐδα καλλιγύναικα·
3.259 ὡς φάτο· ῥίγησεν δ’ ὁ γέρων· ἐκέλευσε δ’ ἑτέροις1, 2
3.260 ἵππους ζευγνύμεναι· τοὶ δ’ ὀτραλέως ἐπίθοντο·
3.261 ἂν δ’ ὰρ’ ἔβη Πρίαμος . κατὰ δ’ ἡνία τεῖνεν ὀπίσσω·
3.262 πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον·1
3.263 τὼ δὲ διὰ Σκαιῶν πεδίον δ’ ἔχον ὠκέας ἵππους·1
3.264 ἀλλ’ ὅτε δή ρ’ ἵ̈κοντο μετὰ Τρῶας καὶ Ἀχαιούς .
3.265 ἐξ ἵ̈ππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν
3.266 ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο·
3.267 ὤρνυτο δ’ αὐτίκ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
3.268 ἀν δ’ Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ
3.269 ὅρκια πιστὰ θεῶν σύναγον· κρητῆρι δὲ· οἶνον
3.270 μίσγον· ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν ·1, 2
3.271 Ἀτρείδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν1
3.272 ἥ οἱ παρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο·1
3.273 ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα1
3.274 κήρυκες Τρώων καὶ Ἀχαιῶν . νεῖμαν ἀρίστοις·
3.275 τοῖσιν δ’ Ἀτρείδης μεγάλ’ εὔχετο χεῖρας ἀνασχών·
3.276 Ζεῦ πάτερ· ῎ Ϊδηθεν μεδέων . κύδιστε μέγιστε·1, 2
msA, 3.391, commenting on 3.257 ναίοιμεν ὅτι νῦν ορθῶς ἐν τῷ τοῦ κήρυκος λόγῳ γράφεται ναίοιμεν ἐν δε τοῖς ἐπάνω· ὅτε Ἀλέξανδρος λέγει οὐκέτι ⁑
msA, 3.395, commenting on 3.261-3.262 ἂν δ ὰρ ἔβη Πρίαμος ὅτι δύο ἐπεδέχοντο οἱ δίφροι· δι ὃ νῦν Πρίαμος ἡνιοχεῖ παραβατοῦντος Ἀντήνορος καὶ ὅτι οἱ ἡρωες πάντες ἔμπειροι καὶ αὐτουργοὶ δι ὃ καὶ ὁ Οδ ναυπηγεῖ καὶ κυβερνᾷ ⁑
msA, 3.407, commenting on 3.272 ἄωρτο ἄρω ἐστι τὸ σημαντικὸν τοῦ ἁρμόζω οὗ μέλλων ἄρσω ἀόριστος ῆρσα θετίς ώμοισιν ἐπῆρσεν ἀντι τοῦ ἐφήρμοσε καὶ πόμασιν ἆρσον ἅπαντα ἀντι τοῦ ἐφάρμοσον· τοῦ ἄρω ὁ παρακείμενος ῆρκα· ὁ παθητικὸς ῆρμαι ὑπερσυντελικος ἤρμην τὸ τρίτον ἦρτο συστολῆ ἄρτο ἐπενθέσει τοῦ ω ἄωρτο οὕτως Ἡρῳδιανὸς ἐν τῷ β ποιήματι τὸ Περι παθῶν Διδύμου ⁑
msA, 3.409, commenting on 3.273 ἀρνῶν ἐκ κεφαλέων ὅτι Ζηνόδοτος γράφει ἀρνέων ἐκ κεφαλέων ἀπὸ δὲ τῶν κατὰ τὴν ὀρθὴν ληγόντων εἰς ες . οὐ γίνονται τοιαῦται διαιρέσεις ἀλλ ἀπο τῶν εἰς αι · εἰ δὲ ἄρνες ἀρνῶν· ἀπὸ δὲ τοῦ κεφαλαί κατὰ λόγον κεφαλέων ⁑
msAext, 3.731, commenting on 3.259 ἑταίρους
msAim, 3.730, commenting on 3.276 ὅτι ἀντι τοῦ ῎Ιδης μεδέων ⁑
msAint, 3.397, commenting on 3.262 προκρίνει μὲν τὴν δια τοῦ ε γραφὴν βήσετο πλὴν οὐ μετατίθησι αλλα δια τοῦ α γρ ὁ Ἀρίσταρχος ⁑
msAint, 3.403, commenting on 3.270 ‡ Ἀρίσταρχος δια τοῦ ο καὶ ἀναλογεῖ τὸ μίσγον ⁑