Manuscript msA, page 47v
| prev: 47r | next: 48r |
3.277 Ἠέλιός θ’ ὃς πάντ’ ἐφορᾶς καὶ πάντ’ ἐπακούεις·1
3.278 καὶ ποταμοὶ· καὶ γαῖα· καὶ οἳ ὑπένερθε καμόντας
3.279 ἀνους τίνυσθον . ὅτις κ’ ἐπίορκον ὀμόσσῃ .1, 2
3.280 ὑμεῖς μάρτυροι ἔστε· φυλάσσετε δ’ όρκια πιστά·1, 2
3.281 εἲ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ .1
3.282 αὐτὸς ἔπειθ’ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα·
3.283 ἡμεῖς δ’ ἐν νήεσσι . νεώμεθα ποντοπόροισιν·
3.284 εἰ δέ κ’ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος .
3.285 Τρῶας ἔπειθ’ Ἑλένην καὶ κτήματα πάντ’ ἀποδοῦναι·1
3.286 τιμὴν δ’ Ἀργείοις ἀποτῑνέμεν ἥν τιν’ ἔοικεν·1
3.287 ἥ τε καὶ ἐσσομένοισι μετ’ ανθρώποισι πέληται·
3.288 εἰ δ’ ὰν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες
3.289 τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος .
3.290 αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς1
3.291 αῦθι μένων . εἵως κε τέλος πολέμοιο κιχείω·
3.292 ῆ· καὶ ἀπο στομάχους ἀρνῶν τάμε . νηλέϊ χαλκῷ·1
3.293 καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας·
3.294 θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός·
3.295 οἶνον δ’ ἐκ κρητῆρος ἀφυσσάμενοι δεπάεσσιν1, 2
3.296 ἔκχεον· ἠδ’ εὔχοντο θεοῖς αἰειγενέτῃσιν·
3.297 ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·1
3.298 Ζεῦ κύδιστε μέγιστε . καὶ ἀθάνατοι θεοὶ ἄλλοι .
3.299 ὁππότεροι πρότεροι ὑπερόρκια πημήνειαν .
3.300 ὧδέ σφ’ ἐγκέφαλος χαμάδις ῥέοι . ὡς ὅδε οἶνος .
3.301 αὐτῶν καὶ τεκέων· ἄλοχοι δ’ ἄλλοισι δαμεῖεν·
msA, 3.416, commenting on 3.277 Ἠέλιος θ’ ὅτι ἀντι τοῦ Ἥλιε ὡς κακεῖ δὸς φίλος · καὶ ἀλλά φίλος θάνε καὶ σὺ καὶ πρὸς τὴν ἀθέτησιν τῶν ἐν Οδυσσεία ὠκεα δ’ Ἠελίῳ ὑπερίονι ἄγγελος ἦλθεν περι τῆς ἀπολείας τῶν βοῶν τῷ πάντας ἐφορῶντι ⁑
msA, 3.437, commenting on 3.292 ἦ καὶ ἀπὸ στομάχους οὕτως αἱ Ἀριστάρχου ἀπο στομάχους αἱ δὲ πλείους δια τοῦ ε ἐπι στομάχους καὶ ἔστιν οὐκ ἄχαρις ἡ γραφή ⁑
msA, 3.445, commenting on 3.297 ὧδε δέ τις εἴπεσκεν ὅτι τῶ ῶδε οὐδέποτε τοπικῶς καθάπερ ἡμεῖς λέγει ἀλλ’ ἀντὶ τοῦ οὕτως τοῦτο παραλαμβάνει ⁑
msAext, 3.735, commenting on 3.280 μάρτυροί εστε
msAext, 3.736, commenting on 3.281 εἰ μεν κεν
msAil, 3.737, commenting on 3.295 ἀν τλήσ
msAim, 3.733, commenting on 3.290 οὕτως διὰ τοῦ η τὸ μαχήσομαι ᾿Αρισταρχος ⁑
msAim, 3.734, commenting on 3.295 ᾿Αρισταρχος ἀφυσσόμε δια τοῦ ο · ἄλλοι δὲ διὰ τοῦ α ⁑