Manuscript msA, page 48r
| prev: 47v | next: 48v |
3.302 ὡς ἔφαν· οὐδ’ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων ·
3.303 τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετα μῦθον ἔειπε·
3.304 κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί ·
3.305 ἤτοι ἐγὼν εῖμι προτι ΄ Ϊλιον ἠνεμόεσσαν1
3.306 ὰψ . ἐπεὶ οὔ πω τλήσομ’ ἐν ὀφθαλμοῖσιν . ὁρᾶσθαι1
3.307 μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ ·
3.308 Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι .1
3.309 ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν·
3.310 ῆ ῥα· καὶ ἐς δίφρον ἄρνας θέτο ἰ̈σόθεος φώς·1
3.311 ἀν δ’ αρ’ ἔβαιν’ αὐτός . κατὰ δ’ ἡνία τεῖνεν ὀπίσσω·
3.312 πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον·
3.313 τὼ μεν αρ’ ἄψορροι προτὶ ῎ Ϊλιον ἀπονέοντο·1
3.314 Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς .1
3.315 χῶρον μὲν πρῶτον διεμέτρεον· αὐτὰρ ἔπειτα1
3.316 κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες .1
3.317 ὁππότερος δὴ πρόσθεν ἀφ’ εἵη χάλκεον ἔγχος·
3.318 λαοὶ δ’ ἠρήσαντο· θεοῖσι δὲ χεῖρας ἀνέσχον·1, 2, 3
3.319 ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·
3.320 Ζεῦ πάτερ· Ἴδηθεν μεδέων . κύδιστε μέγιστε·1
3.321 ὁππότερος τάδε ἔργα μετ’ ἀμφοτέροισιν ἔθηκεν .
3.322 τὸν δὸς . ἀποφθίμενον δῦναι δόμον ῎ Αϊδος εἴσω·
3.323 ἡμῖν δ’ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι·1
3.324 ὡς αρ’ ἔφαν· πάλλεν δὲ μέγας κορυθαιόλος Ἕκτωρ
3.325 ὰψ ὁρόων· Πάριος δὲ θοῶς ἐκ κλῆρος όρουσεν·1, 2, 3
3.326 οἱ μὲν ἔπειθ’ ΐζοντο κατα στίχας . ᾗχι ἑκάστῳ1, 2
msA, 3.454, commenting on 3.306-3.310 ὁρασθαι παθητικὸν ἀντι ἐνεργητικοῦ ἀντέστραπται δὲ ἡ περίοδος ορθῇ δ ὰν ἦν οὕτως· ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον . Ζεὺς μὲν τοῦτό γε οἶδεν . εἰς δὲ τὴν πόλιν ὁ Πρίαμος τοὺς ἄρνας τεθυμένους ἔχων ἄπεισιν ἵνα αὐτοὺς περιστείλη ἔθος γὰρ ἦν τὰ ἐπι τοῖς όρκοις γιγνόμα ἱερεῖα τοὺς μὲν ἐγχωρίους γῇ περιστέλλειν τοὺς δὲ ἐπίλυδας εἰς τὴν θάλασσαν ῥίπτειν ⁑
msA, 3.457, commenting on 3.310 ‡ ἦ ρα καὶ ἐς δίφρον τὰ γὰρ ἐν όρκοις σφαζόμα οἱ μὲν ἐγχώριοι ἔκρυπτον τῇ γῇ οἱ δὲ ξένοι θαλάσσῃ ἠ δείξων ἀποφέρει τοῖς ἐν άστει πιστωσόμ κακείνοις ἢ ὡς ἀγνοοῦντας διδάξων· ταδὲ θεοῖς ἁπλῶς θυόμενα ήσθιον ήγοῦντο γὰρ ὥσπερ συσσιτεῖσθ τοῖς θεοῖς ⁑
msA, 3.459, commenting on 3.313 ἄψορροι δια τί χωρίζεται ὁ Πρίαμος καὶ οἱ μὲν φασὶν ὅτι ἵνα ἀφυψους κρείσσων θεωρήσῃ ἀπο τῆς πόλεως τὴν μονομαχίαν· οἱ δὲ ἵνα φυλάξη τὰ τείχη· ἄλλοι δὲ τὴν῾Ομηρικὴν λύσιν προ ᾿ΐσχονται τὸ οὔτω τλήσομ’ ὀφθαλμοῖσιν ὁρᾶσθαι ὅπερ ἄμεινον ⁑
msA, 3.461, commenting on 3.314 Πριάμοιο πάϊς Πορφύριος ἐν τοῖς παραλελειμμένοις φησὶν ὅτι τὸν ῞Εκτορα ᾿Απόλλωνος υἱὸν παραδίδωσιν ΄Ϊβυκος ᾿Αλέξανδρος Ευφορίων Λυκόφρων ⁑
msA, 3.463, commenting on 3.315 χῶρον μὲν πρῶτον ἀναγκαίως διεμέτρουν πᾶν τὸ χωρίον ἐν ᾧ ἤμελλον μονομαχήσειν ὥστε μὴ μόνον τῶν διὰ τῶν όπλων ἡττηθέντα νενικῆσθαι ἀλλὰ καὶ τὸν ἀπολείποντα τὸ ἀποδεδειγμένον χωρίον ὥσπερ καὶ ἐπι τῶν ἀθλητῶν· ἄλλοι δὲ φασὶν ὅτι ἵνα μὴ προς τὰ ἑαυτῶν πλήθη χωρισθῶσιν ἀλλ ὥσπερ ἐν εἰρκτῇ τῇ περιγραφῇ μένωσιν ⁑
msA, 3.464, commenting on 3.315-3.316 αὐτὰρ ἔπειτα κλήρους μετα ταῦτα δεόντως καὶ κλῆρον ἐποιήσαντο περι τῆς ἀφέσεως τοῦ δόρατος ὥστε μὴ θόρυβον ἐμπεσεῖν τοῦ ὑστέρου φθάσαντος δια τῆς πρώτης βολῆς ἀνελεῖν τὸν πολέμιον ψῆφοι δε τίνες ἦσαν οἱ κλήροι· εἰς οὓς ἐσημειοῦτο ἕκαστος οὓς οὕτως ὠνόμασαν δια τὸ καλεῖσθαι ὑπ’ αὐτῶν εἰς τὰς πράξεις ⁑
msA, 3.465, commenting on 3.316 χαλκήρεϊ προπαροξυτόνως ἔστι γὰρ παραγωγη ἡ δια τοῦ ήρης ἥτις βαρύνεται ξιφήρης ὀλιγήρης θυμήρης ἔνθεν τὸ θυμῆρες κεράσασα εἰ μέντοι γε τὸ ἀρῶ ἔγκειται ἐπὶ τούτου καὶ διὰ τοῦ α ἡ σύνθεσις γένοιτο καὶ οξεῖα τάσις ἐστιν ἔχει δ’ἄλοχον θυμαρέα ·
msA, 3.477, commenting on 3.325 Πάριος δὲ Πάρις ὁ Αλέξανδρος ἐκλήθη παρα τὸ ἐκτεθῆναι αὐτὸν ἐν τῇ ΄Ϊδη εὐθὺς τεχθέντα καὶ αὐξηθέντα παρελθεῖν τὸν μόρον οὕτως· κατα γαστρὸς αὐτὸν ἔχουσα ἡ ῾Εκάβη . ἐνόμισεν κατόναρ καιόμενον δαλὸν τίκτειν ὅστις κατέφλεξε πᾶσαν τῆν τε πόλιν καὶ τὴν ἐν τῇ ῎Ϊδῃ ὕλην ἑστῶσαν· τοῦτο δὲ τὸ ἐνύπνιον ἀκούσαντες οἱ μάντεις καὶ οἱ περι τοὺς ὀνείρους δεινοὶ εἶπον τὸ τεχθὲν παιδίον εὐθέως μικρὸν ὂν ῥιφῆναι θρησὶ βοράν . τεχθέντα δὲ τὸν ᾿Αλέξανδρον ἐξέθηκαν ἐν τῇ ΄Ϊδῃ ὃν ποιμὴν ἑορακὼς σφόδρα εὐειδέστατον . ἀνελόμενος (abbrev . ) ἀνέθρεψεν· Πορφύριος φησὶν ἱστορεῖν τὸν γράψαντα τὰ Τραγῳδούμενα . ὅτι ὁ θρέψας τὸν Πάριν νομεὺς ἀρχιάλας ἐκαλεῖτο ⁑
msAext, 3.742, commenting on 3.325 ὅτι σαφῶς ἐνταῦθα βραχείαν τῆν ὑπο στιγμην εἵρηκεν ⁑
msAext, 3.743, commenting on 3.325 ορωῶν παρὰ τὸ ῥῶ τὸ ὁρμῶ τελέαν ασαμοῦ· τοῦ ο
msAim, 3.738, commenting on 3.305 ὅτι θηλυκῶς δεὶ τὴν ΄Ϊλιον λέγει ⁑
msAim, 3.739, commenting on 3.318 δύναται καὶ ουτως ηρησάτο θεοις ἱδὲ χείρας ανέσχον και ο ϊδε ἀντι του και ⁑
msAim, 3.740, commenting on 3.323 ἐαν στιζωμεν προ τούτου τοῦ στίχου ἐπι τῶ εἴσω ελλειπ ῥῆμα εὐτικὸν τὸ εἴη εαν δὲ διαστέλλωμεν κοινὸν έσται τὸ δός ⁑
msAim, 3.741, commenting on 3.326 Αρισταρχος κατα γενικην εκαστου ⁑
msAint, 3.469, commenting on 3.320 αντι τοῦ ΄Ιδης μεδέων ⁑
msAint, 3.478, commenting on 3.326 τὸ ἧχι χωρὶς τοῦ ι ἡ Αρισταρχου ⁑