Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 48v

Manuscript msA, page 48v

image

prev: 48r next: 49r

Iliad text

3.327 ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχε’ ἔκειτο·image1

3.328 αὐτὰρ ὅ γ’ ἀμφ’ ὤμοισιν ἐδύσετο τεύχεα καλὰimage1

3.329 δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο·image

3.330 κνημῖδας μὲν πρῶτα περι κνήμῃσιν ἔθηκεimage

3.331 καλὰς . ἀργυρέοισιν ἐπισφυρίοις ἀραρύιᾱς·image

3.332 δεύτερον αὖ , θώρηκα περι στήθεσσιν ἔδυνενimage

3.333 οἷο κασιγνήτοιο Λυκάονος · ἥρμοσε δ’ αὐτῷ·image

3.334 ἀμφι δ’ αρ’ , ὤμοισιν βάλετο ξίφος ἀργυρόηλονimage1

3.335 χάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε , στιβαρόν τε·image1

3.336 κρατὶ δ’ ἐπ’ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκενimage

3.337 ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευενimage

3.338 εἵλετο δ’ ἄλκιμον ἔγχος ὅ οἱ παλάμηφιν ἀρήρει·image1

3.339 ὡς δ’ αὔτως Μενέλαος ἀρήϊος ἔντε’ ἔδυνεν·image1, 2

3.340 οἱ δ’ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν·image

3.341 ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστι χόωντοimage

3.342 δεινὸν δερκόμενοι . θάμβος δ’ έχεν εἰσορόωνταςimage

3.343 Τρῶάς θ’ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς ·image

3.344 καί ῥ’ ἐγγὺς στήτην διαμετρητῷ ἐνι χώρῳimage1

3.345 σείοντ’ ἐγχείας· ἀλλήλοισιν κοτέοντε·image1

3.346 πρόσθε δ’ Ἀλέξανδρος προ ἵ̈ει δολιχόσκιον ἔγχος·image1

3.347 καὶ βάλεν Ἀτρείδαο κατ’ ἀσπίδα πάντοσε ἴσην·image

3.348 οὐδ’ έρρηξεν χαλκὸς· ἀνεγνάμφθη δέ οἱ αἰχμὴimage1, 2

3.349 ἀσπίδι ἐν κρατερῇ· ὁ δὲ δεύτερος ὤρνυτο χαλκῷimage

3.350 Ἀτρείδης Μενέλαος · ἐπευξάμενος Διῒ πατρί·image

3.351 Ζεῦ ἄνα . δὸς τίσασθαι ὅ με πρότερος κακ’ ἔοργεimage

Scholia text

msA, 3.483, commenting on 3.327 ‡ ἵπποι ἀερσίποδες αἵροντες εἰς ὕψος τοὺς πόδας ταχεῖς ζωγραφικῶς δὲ ἐκτετύπωκε τοῦτο τοιοῦτοι γὰρ οἱ κωλυόμενοι τοῦ τρέχειν ἵπποι· καὶ ἔστιν ἰδίωμα παρα τὸ αείρω ἀέρω ἀέρσω ὡς κέρσω ⁑image

msA, 3.490, commenting on 3.334-3.338 ἀμφὶ δ’ ὰρ ὤμοισιν ὅτι Ζηνόδοτος ἀμφοτέρους ἠθέτηκεν· καὶ μετα τὸν οἷο κασιγνήτοιο ὑποτάσσει κρατὶ δ’ ἐπ’ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν ἵππουριν δεινὸν δὲ λόφος καθ ὕπερθεν ἔνευεν· εἵλετο δ’ ἄλκιμον ἔγχος ⁑image

msA, 3.745, commenting on 3.334-3.338 ἀμφὶ δ’ ὰρ’ ὤμοισι βάλετ’ ἀσπίδα τερσανόὲσσαν · ὥστε ἐναντίως τῷ Ὁμηρικῷ ὁπλισμῷ ἔχειν προ τῆς ἀσπίδος γὰρ φανήσεται ἀναλαμβάνων τὴν περικεφαλαίαν καὶ ξίφος μη εχων ⁑image

msA, 3.498, commenting on 3.339 ὡς δ’ αύτως Μενέλαος ὅτι οὗτος ξίφος ἔχει εἰ δὲ ὡςαύτως τῷ Ἀλεξάνδρῳ καθ’ ώπλισται· πάντως κακεῖνος εἶχε ξίφος ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον ⁑image

msA, 3.746, commenting on 3.339 ἔντεα ὅπλα εἴρηται δὲ ἀπο τοῦ εντὸς περιέχειν καὶ σκέπειν τὸ σῶμα λέγεται δὲ καὶ τὰ προς τὴν εὐωχίαν σκεύη ἔντεα ὡς ἐκεῖ μνηστῆρες δ’ἀπεκόσμεον ἔντεα δαιτός ⁑image

msA, 3.505, commenting on 3.348 ουτως ἄμεινον δια τοῦ ς γράφειν καὶ γὰρ ὕστερον φησὶν ὁ δὲ δεύτερος ὤρνυτο χαλκῷ ἀντι τοῦ τῶ δόρατι καὶ τὸ μὲν τῆς τύχης ἔτυχεν· τὸ δὲ τῆς ἰσχύος ἀπώλεσεν ⁑image

msAext, 3.752, commenting on 3.328 ἐαν τατοimage

msAim, 3.747, commenting on 3.334 απο κοινου τὲ ὠμοισιν βάλετε αναγκαίως δια τοὺς τελαμωνας ⁑image

msAim, 3.748, commenting on 3.335 βραχυ διασταλτεον επι τὸ χαλκεον κοινὸν γὰρ τὸ αμφ ώμοισι βάλετο καὶ ἐπι τοῦ σακους ⁑image

msAim, 3.749, commenting on 3.338 ἐν άλλω εἴλετο δ‘άλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ ⁑image

msAim, 3.750, commenting on 3.345 βραχὺ διασταλτέον ἐπι τὸ ἐγκείας ⁑image

msAim, 3.751, commenting on 3.348 οὕτως ᾿Αρίσταρχος ἄλλοι δὲ δια τοῦ ν χαλκον ⁑image

msAint, 3.504, commenting on 3.346 οι μὲν παρα το κίειν ἐν πλεονασμῶ οἱ δὲ παρα τὴν σκιαν ⁑image