Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 49r

Manuscript msA, page 49r

image

prev: 48v next: 49v

Iliad text

3.352 δῖον Ἀλέξανδρον · καὶ ἐμῇς ὑπο χερσὶ δάμασσον .image1, 2

3.353 ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπωνimage1

3.354 ξεινοδόκον κακὰ ῥέξαι· ὅ κεν φιλότητα παράσχῃ·image1, 2, 3, 4

3.355 ῆ ῥα· καὶ ἀμπεπαλὼν προ ἵ̈ει δολιχόσκιον ἔγχος·image

3.356 καὶ βάλε Πριαμίδαο κατ ἀσπίδα πάντοσε ἴσην·image

3.357 διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος·image

3.358 καὶ δια θώρηκος πολυδαιδάλου ἠρήρειστο·image

3.359 ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶναimage1

3.360 ἔγχος· ὃ δ’ ἐκλίνθη· καὶ ἀλεύατο κῆρα μέλαιναν·image

3.361 Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλονimage1

3.362 πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφὶ δ’ ἀρ’ αὐτῷ .image1, 2

3.363 τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός·image1

3.364 Ἀτρείδης δ’ ᾤμωξεν ἰ̈δὼν εἰς οὐρανὸν εὐρύν·image1

3.365 Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·image1

3.366 ῆ τ’ ἐφάμην τί̄σασθαι Ἀλέξανδρον κακότητος·image1

3.367 νῦν δέ μοι ἐν χείρεσσιν άγη ξίφος· ἐκ δέ μοι ἔγχοςimage1

3.368 ῆΐχθη παλάμηφιν ἐτώσιον· οὐδ’ ἔβαλόν μιν .image1

3.369 ῆ· καὶ ἐπαΐξας . κόρυθος λάβεν ἱπποδασείης·image

3.370 ἕλκε δ’ ἐπιστρέψας μετ’ ἐϋκνήμιδας Ἀχαιούς ·image

3.371 ἄγχε δέ μιν πολύκεστος ἵ̈μὰς ἁπαλὴν ὑπο δειρήνimage1, 2, 3

3.372 ὅς οἱ ὑπ’ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης·image1

3.373 καὶ νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος .image1

3.374 εἰ μὴ αρ’ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτηimage

3.375 ἥ οἱ ῥῆξεν ἱ̈μάντα βοὸς ἶ̈φι κταμένοιο·image1

3.376 κεινὴ δὲ τρυφάλεια ἅμ’ ἕσπετο χειρὶ παχείῃ·image1

Scholia text

msA, 3.509, commenting on 3.352 ‡ δῖον Ἀλέξανδρον ἀθετεῖται ὅτι οὐκ αναγκαίως ἐπιλέγεται· καὶ γὰρ ὁ καιρὸς τὸ σύντομον ἔχειν θέλει· καὶ δῖον ἀκαίρως ὁ Μενέλαος τὸν εχθρὸν λέγει· ἐαν δὲ γράφηται δαμῆναι . βραχὺ διαστελοῦμεν ἐπι τὸ Ἀλέξανδρον κοινὸν γὰρ τὸ δὸς· ἐὰν δὲ δάμασσον· δευτέραν ἄνω θετέον ἐπεὶ καὶ καθ εαυτὸ δύναται πλῆρες εἶναι τὸ εξῆς ⁑image

msA, 3.513, commenting on 3.353 ἐρρίγησεν ἀπο τοῦ ῥιγῶ ῥιγεῖς οὗ παρατατικὸς ἐρρίγουν ὁ μέσος παρακείμενος ερριγα ὃς μεταπλάττετ εἰς ἐνεστῶτα τὸν ἐρρίγω ὡς δέδοικα δεδοίκω ⁑image

msA, 3.514, commenting on 3.354 ξεινοδόκον κακὰ ῥέξαι παροξύνεται δια τὴν ἐνέργειαν· οὕτως δὲ πέφυκε τὰ παρὰ ῥῆμα συντιθέμενα παροξύνεσθαι μὲν ὅτε ἐνέργειανimage

msA, 3.753, commenting on 3.354 ὑπισχνεῖται προπαροξύνεσθ δὲ ὅτε πάθος εἰ μὴ κανόνες τινὲς κωλύοιεν οὓς παρατίθεται ὁ Ἡρωδιανος ὥστε διαφέρειν τὸ λιθοβόλος τοῦ λιθόβολος· τὸ μὲν γὰρ παροξυνόμενον σημαίνει τὸν λίθους βάλλοντα· τὸ δὲ προπαροξυνόμ τὸν ὑπὸ λίθου βεβλημένον ὡς παρ’ Ευριπίδ ἐν Φοίνικι λιθόβολον εῖμα κατειργάσω ⁑image

msA, 3.518, commenting on 3.354 φιλότητα ἀπελθόντα γὰρ ὡς πρέσβιν εἰς τὸ ῎Αργος τὸν ᾿Αλέξανδ ἐξενοδόχησεν ὁ Μενέλαος ὅθεν καὶ εὔχεται τῷ ξενίῳ Διῒ τῷ ὑπ αυτοῦ καταφρονηθέντι ⁑image

msA, 3.535, commenting on 3.368 οὐδ’ ἐβαλόν μιν ὅτι ᾿Αμμώνιος ἐν τῷ πρὸς ᾿Αθηνοκλέα συγγράμματι ὁμοίως εἶχον οὐδ’ ἐδάμασσα καὶ ἔστι συναιρῶν τοῖς λεγομένοις πρότερον ὑπὸ τοῦ Μενελα δῖον ᾿Αλέξανδρον καὶ ἐμης ὑπο χερσὶ δαμῆναι· ὅτι σαφῶς τὸ οὐδ’ ἔβαλόν μιν σημαίνει ἀντι τοῦ οὐδὲ ἐπάταξα αὐτόν ⁑image

msA, 3.541, commenting on 3.371 πολύκεστος ὅτι πολύκεστος ὁ πολυκέντητος ἐκ δε τούτου ὁ ποικίλος δηλοῦται δια τας ῥαφάς καὶ ὁ τῆς Ἀφροδίτης κεστὸς ἀπο τούτου τῆ νῦν τοῦτον ϊμάντα ποικίλον · ὁ δὲ Καλλίμαχος ὡς ὄνομα κύριον τοῦ ϊμαντος τὸν κέστον ἐκδεχεται ⁑image

msA, 3.546, commenting on 3.371 Ἀφροδίτη πάλιν διαστολή προ τούτου ἀνέστραπται γὰρ ἡ περίοδος ὀρθὴ δ’ἂν ἐγένετο οὕτως εἰ μὴ ἄρ’ ὀξὺ νόησε καί νύ κεν εἴρυς έν τε ⁑image

msA, 3.549, commenting on 3.375 ῗφι κταμένοιο ἰσχυρῶς καὶ μετα βίας ἀναιρεθέντος τοῦτέστι σφαγέντος· τὰ γὰρ τῶν θνησιμαίων ζώων δέρματα ἀσθενῆ ἐστιν ὡς ἂν προδιαφθαρέντα ὑπο τῆς νόσου ⁑image

msA, 3.531, commenting on 3.365 ὀλοώτερος ἄλλων ἐμοὶ τῷ Μενελάῳ δῆλον ὅτι· ἐνόμισαν γάρ τινὲς δια τούτου βλασφημεῖν τὸν Μενέλαον . ῥητέον οὖν ὅτι οὐ βλασφημεῖ ὁ ἥρως ἀλλὰ νεμεσᾷ· ἀρετῆ γὰρ οἰκεία οἶδεν πάσχων ἅπερ οὐκ έδει· καὶ νεμεσᾶ δικαίως ἐπι τῷ παρ αξίαν σωζομένῳ ⁑image

msAil, 3.759, commenting on 3.367 ες ετρίδηimage

msAil, 3.760, commenting on 3.372 συγέχευςimage

msAil, 3.761, commenting on 3.376 κατ αιάimage

msAim, 3.755, commenting on 3.352 Αρισταρχος δαμῆναιimage

msAim, 3.756, commenting on 3.354 ὅτι σαφῶς νῦν φιλότητ τὴν ξενίαν εἴρηκεν ⁑image

msAim, 3.757, commenting on 3.362 Αριστχ αμφι δ‘ὰρ αὐτῆ . τὴ περικεφαλαιο ⁑image

msAim, 3.758, commenting on 3.371 ἀπαλὴν εἶπεν ὡς ἐπι γυναι γυναικος οὐκ ειωθυιας κόρυθα φέρειν ⁑image

msAint, 3.754, commenting on 3.361 ὅτι ξίφος εχει πρὸς Ζηνόδοτον ⁑image

msAint, 3.532, commenting on 3.366 περισπᾶται ὁ ῆ βεβαιωτικὸς γὰρ ῆν ⁑image

msAint, 3.545, commenting on 3.373 ἐν τῇ Ἀριστοφάνους καὶ νύκεν ἐξείρυσεν ⁑image