Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 49v

Manuscript msA, page 49v

image

prev: 49r next: 50r

Iliad text

3.377 τὴν μὲν ἔπειθ’ ἥρως· μετ’ ἐϋκνήμῑδας Ἀχαιοὺςimage

3.378 ῥῖψ’ ἐπιδινήσας· κόμισαν δ’ ἐρίηρες ἑταῖροι·image

3.379 αὐτὰρ ὃ ἀψ ἐπόρουσε· κατακτάμεναι μενεαίνων·image

3.380 ἔγχεϊ χαλκείῳ· τον δ’ ἐξήρπαξ’ Ἀφροδίτηimage1

3.381 ῥεῖα μάλ’ ὥς τε θεὸς· ἐκάλυψε δ’ ὰρ ἠέρι πολλῇ·image

3.382 καδ δ’ εἷς’ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι·image

3.383 αὐτὴ δ’ αῦθ’ Ἑλένην καλέους’ ΐε· την δ’ ἐκιχανεimage

3.384 πύργῳ ἐφ’ ὑψηλῷ· περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν·image

3.385 χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα·image1, 2

3.386 γρηῒ δέ μιν εἰκυῖα παλαιγενέϊ προσέειπενimage

3.387 εἰροκόμῳ· ἥ οἱ Λακεδαίμονι ναιεταώσῃimage1

3.388 ἤσκειν εἴρια καλὰ . μάλιστα δέ μιν φιλέεσκε·image

3.389 τῇ μιν ἐεισαμένη προσεφώνεε δῖ’ Ἀφροδίτη ·image

3.390 δεῦρ’ ΐθ’· Ἀλεξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι·image1

3.391 κεῖνος ὅ γ’ ἐν θαλάμῳ καὶ δεινωτοῖσι λέχεσσιimage1, 2

3.392 κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίηςimage1

3.393 ἀνδρὶ μαχεσσάμενον τόν γ’ ἐλθεῖν· ἀλλὰ χορὸν δεimage1

3.394 ἔρχεσθ’· ἠὲ χοροῖο νέον λήγοντα καθίζειν·image

3.395 ὡς φάτο· τῇ δ’ ἄρα θυμὸν ἐνι στήθεσσιν ὄρινε·image1

3.396 καί ῥ’ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν·image

3.397 στήθεά θ’ ἱμερόεντα· καὶ ὄμματα μαρμαίροντα·image

3.398 θάμβησέν τ’ ὰρ· ἔπειτα ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·image

3.399 δαιμονίη . τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν·image

3.400 ῆ πῄ με προτέρῳ πολίων εὖ ναιομενάωνimage1

3.401 ἄξεις . ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς·image1

Scholia text

msA, 3.563, commenting on 3.387 ‡ ναιεταώσῃ ναίω ναιέτης· καὶ ὡς κυνηγέτης κυνηγετῶ οὕτως ναιετης ναιετῶ ναιετας διαιρέσις ναιετάω καὶ ἔδει μεν ναιεταούσῃ καὶ ἔστιν ὅμοιον τὸ ϊδρῶσαι ἤγον δέ ⁑image

msA, 3.567, commenting on 3.390 δευρ’ ᾿ΐθι· στικτέον μετα τὸ ᾿ΐθι αὐτοτελὲς γὰρ καὶ ἀσύνδετον προς τὰ ἑξῆς καὶ κατα τὸ τέλος τοῦ στίχου στικτέον τελείᾳ ⁑image

msA, 3.570, commenting on 3.391 δεινωτοῖσι λέχεσσιν ὅτι δεινωτὰ λέχη λέγει ἤτοι δια τὸ τετορνεῦσθαι τοὺς ποδας ἢ δια τὴν ἔντασιν τῶν ϊμάντων πρώτῃ γὰρ ἐχρῶντο τῇ δια τῶν ἱμάντων πλοκη ⁑image

msA, 3.575, commenting on 3.392 οὐδέ κε φαίῃς ὅτι ὡς πρός τινα λέγει μὴ ὑποκειμένου προσώπου ἀντι τοῦ φαίη τίς ἄν ⁑image

msA, 3.579, commenting on 3.395 ἐνι στήθεσσιν όρινε ὅτι οὐ δεῖ ἀκούειν ἐκ τοῦ θυμὸν όρινεν ἐθύμωσεν . ἀλλα τὸ παρώρμησεν· δεξάμενος δέ τις τὸ πρότερον· τοὺς εξῆς ἐνδιασκευάζει· διὸ ἀθετοῦνται ἀπο τοῦ καί ῤ ὡς οὖν ἐνόησεν . ἕως τοῦ ὡς ἔφατ’ ἔδδεισεν δ’ Ἑλένη στίχ Γ πῶς γὰρ ἡ γραῖα παλαιγενεῖ εἰκασμένη περικαλλέα δειρὴν εἶχεν καὶ ὄμματα μαρμαίροντα · καὶ στήθεα ἡμερόεντα· καὶ βλάσφημα π τὸ πρόσωπον ἐστὶ τὰ λεγόμα εῖσο παρ’ αυτὸν ἰοῦσα θεῶν δ’ ἀπόειπε κελευθους μηδ έτι σοῖσι πόδεσσιν καὶ εὐτελῆς κατα τὴν διάνοιαν μή μ’ ἔρεθε σχετλίη ἐρωμ δὲ αὐτῶν καὶ τῆς συνεπειας γινομένης οὕτως ὣς φάτο τῇ δ’ ἄρα θυμὸν ἐνι στήθεσσιν όρινε· βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ σιγῇ πάσας δὲ Τρῳὰς λάθεν ἥρχε δε δαίμων ⁑image

msA, 3.585, commenting on 3.400 ἦ πῇ με τὸν η σύνδεσμον περισπαστέον τὸν δὲ πῆ ὀξυτονητέον δια τὸ με ἐγκλιτικόν ἐνθάδε γὰρ τὸ πη οὐ πῦσμα ἀλλα αόριστον ⁑image

msA, 3.590, commenting on 3.401 Μῃονίης Μῃονεις ἑκαλοῦντο οἱ Λυλοὶ τὸ παλαιὸν εἶτα Λυδοὶ ἀπὸ Λυδοῦ τοῦ Ἄτυος ὥς φησιν Ἡρῳδιαντος ⁑image

msAil, 3.764, commenting on 3.385 στείουimage

msAil, 3.765, commenting on 3.385 ποικίληimage

msAil, 3.766, commenting on 3.391 στετορνεν μένοισιimage

msAim, 3.762, commenting on 3.380 ζητειται ποίω ἔγχεϊ ὃ γὰρ εἶχεν ἐξηκοντησεν διὸ ἡ διπλη· λεκτεον οὖν οτι ἐπόρουσεν ἐφῶ ἐξηκόντισεν ἔγκος ἐνεχόμενον τῆ ἀσπίδι καὶ τὼ θώρακι τοῦ ᾿Αλεξάνδρου ἵνα τοῦτου το ἐκσπάσας ἀνελει αὐτον ουτως οὐν ληπτεον τὸ εξῆς ἐπόρ ἔγχεϊ χαλκείω εῖτα χωρις κατακτάμεναι μενεαίνων ⁑image

msAim, 3.763, commenting on 3.393 διαστολὴ βραχεῖα ἐπι το ελθεῖν κοινὸν γὰρ τὸ οὐδέ κε φαῖνε ⁑image