Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 50r

Manuscript msA, page 50r

image

prev: 49v next: 50v

Iliad text

3.402 εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ανων ·image1, 2

3.403 οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαοςimage1

3.404 νικήσας . ἐθέλει στυγερὴν ἐμὲ οἴκαδ’ ἀγέσθαι .image

3.405 τούνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστηςimage

3.406 ἧσο παρ’ αὐτὸν ἰ̈οῦσα· θεῶν δ’ ἀπόειπε κελεύθουςimage1, 2

3.407 μὴ δ’ έτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον ·image

3.408 ἀλλ’ αἰεὶ περὶ κεῖνον ὀΐζυε· καί ἑ φύλασσε .image

3.409 εἰσόκε ς’ ἠ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην·image

3.410 κεῖσε δ’ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη·image

3.411 κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μ’ ὀπίσσωimage1

3.412 πᾶσαι μωμήσονται : ἔχω δ’ ἄχε’ ἄκριτα θυμῷ·image

3.413 τὴν δὲ χολωσαμένη προσεφώνεε δῖ’ Ἀφροδίτη ·image

3.414 μή μ’ ἔρεθε σχετλίη μὴ χωσαμένη σε μεθείῳ·image1, 2

3.415 τὼς δέ ς’ ἀπεχθήρω . ὡς νῦν ἔκπαγλ’ ἐφίλησα·image1

3.416 μέσσῳ δ’ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰimage1, 2

3.417 Τρώων καὶ Δαναῶν · σὺ δέ κεν κακὸν οῖτον ὄληαι·image1, 2

3.418 ὡς έφατ’· ἔδδεισεν δ’ Ἑλένη Διὸς ἐκγεγαυῖα·image

3.419 βῆ δε κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷimage1

3.420 σιγῇ . πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων·image

3.421 Αἱδ’ ὅτ’ Ἀλεξάνδροιο δόμον περικαλλέ’ ΐκοντο·image

3.422 ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο·image

3.423 ἡ δ’ εἰς ὑψόροφον θάλαμον κί̆ε δῖα γυναικῶν·image1

3.424 τῇ δ’ άρα δίφρον ἑλοῦσα φιλομμειδὴς Ἀφροδίτη .image

3.425 ἀντί’ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα·image

3.426 ἔνθα κάθῐζ’ Ἑλένη κούρη Διὸς αἰγιόχοιοimage1

Scholia text

msA, 3.594, commenting on 3.403 οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον ἀπ ἄλλης ἀρχῆς τὸ νικήσας ἀσύνδετος γὰρ προστὰ ἐπάνω ὁ λόγος . ὑποστικτέον δὲ ἐν ὑποκρίσει εἰς τὸ ἄγεσθαι ἐπεὶ τῶν ανταποδοτικῶν ἐστι καὶ ταῦτα οὕνεκα τούνεκα ⁑image

msA, 3.598, commenting on 3.406 ἧσο παρ αυτῶν ἰοῦσα Ἀρίσταρχος ἀπόεικε διὰ τοῦ κ καὶ χω τοῦ ς κελεύθου · θαυμάσειε δ’ ἄν τις ἣ ἑτέρα δια τοῦ π πόθεν παρέδυ οὔτε γὰρ ἐν ταῖς >Ἀρισταρχείοις οὕτε ἐν ἑτέρᾳτῶν γοῦν μετρίων ἐμφερόμ πέφυκεν καὶ οὐ μόνον ἐν ταῖς ἐκδόσεσιν ἀλλα καὶ εν τοῖς συγγράμμασιν ἅπαξ ἅπαντες οὕτως ἐκτίθενται προσθήσειν μοι δοκῷ καὶ τὴν Ἀριστάρχου λέξιν οὕτως ἔχουσαν· τί δὲ εἰς τὰς θεοὺς ὁδοῦ εῖκε καὶ παραχερεῖ μὴ βαδίζουσα εἰς αυτὸυς ⁑image

msA, 3.605, commenting on 3.414 μη μ έρεθε σχετλίη βραχὺ διασταλτέον· σχετλίη μεθείω ἀπεχθήρω· στικτέον δὲ φίλησα ἐὰν ᾖ τὸ μητίσομαι ὁριστικόν· ἐαν δὲ ὑποτακτι συνεσταλμένον . κακεῖ διαστολὴν θετέον ἵνα κοινὸν ἦ τὸ μὴ ἐπίρρ κατα πάντων μή σε μεθείω μη ἀπεχθήρω ⁑image

msA, 3.610, commenting on 3.416 έχθεα εν τῇ ετερα τῶν Ἀρισταρχειων αχθεα ἐγέγραπτο τινὲς δὲ ἄλγεα γράφουσιν ⁑image

msAil, 3.774, commenting on 3.402 Αρισταρχος μετ τοῦ ϊ καὶ κεῖθι·image

msAil, 3.775, commenting on 3.411 ἐτοι μάσοῦςimage

msAil, 3.776, commenting on 3.417 θάνατονimage

msAim, 3.768, commenting on 3.406 Αρισταρχ κελεύθουimage

msAim, 3.769, commenting on 3.410-3.411 τὸ εξ κεῖσε δ’ εγὼν οὐκ εἶμι κείνου προςανέουσα λέχει ⁑image

msAim, 3.770, commenting on 3.414 μετωνυμικῶς αντ τοῦ εαθην ποιήσω καὶ μισηθῆναι ⁑image

msAim, 3.771, commenting on 3.416 ἐν τῇ ἑτέρα τῶν Αρισταρχ ἄχθεα τινὲς δὲ αλγεα ⁑image

msAim, 3.772, commenting on 3.417 ὡς πύθηαι μ γαρ Β αoimage

msAim, 3.773, commenting on 3.419 τοῦτο εκ παραλλήλου εἴρηται ⁑image