Manuscript msA, page 50v
| prev: 50r | next: 51r |
3.427 ὄσσε πάλιν κλίνασα· πόσιν δ’ ἠνίπαπε μύθῳ
3.428 ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθ’ ὀλέσθαι1
3.429 ἀνδρὶ δαμεὶς κρατερῷ . ὃς ἐμὸς πρότερος πόσις ῆεν·
3.430 ῆ μὲν δὴ πρίν γ’ εὔχε’ ἀρηϊ φίλου Μενελάου
3.431 σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι·
3.432 ἀλλ ἴ̈θι νῦν προκάλεσσαι ἀρηΐ φιλον Μενέλαον1
3.433 ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά ς’ ἔγωγε
3.434 παύσασθαι κέλομαι· μὴ δὲ ξανθῷ Μενελάῳ1, 2
3.435 ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι
3.436 ἀφραδέως· μή πως τάχ’ ὑπ’ αὐτοῦ δουρι δαμασθῃς·1
3.437 τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε·
3.438 μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε·
3.439 νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ .
3.440 κεῖνον δ’ αῦτις ἐγώ· πάρα γὰρ θεοί εἰσὶ καὶ ἡμῖν·1
3.441 ἀλλ’ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε·
3.442 οὐ γαρ πώ ποτέ μ’ ὧδέ γ’ ἔρως φρένας ἀμφεκάλυψεν .
3.443 οὐδ’ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ερατεινῆς1
3.444 ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι . νέεσσι·
3.445 νήσῳ δ’ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ .1
3.446 ὥς σεο νῦν ἔραμαι· καί με γλυκὺς ΐμερος αἱρεῖ·1
3.447 ῆ ῥα . καὶ ἄρχε λέχος δὲ κιὼν· ἅμα δ’ εἵπετ’ ἄκοιτις·
3.448 τὼ μὲν ὰρ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν·1
3.449 Ἀτρείδης δ’ ἀν ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς .
3.450 εἴ που ἐς ἀθρήσειεν Ἀλέξανδρον θεοειδέα·
3.451 ἀλλ’ οὔ τις δύνατο Τρώων κλειτῶν τ’ ἐπικούρων
msA, 3.650, commenting on 3.445 νήσω δ’ ἐν Κραναεῖ ὅτι οὐκ εν Σπαρτ ἐμίγη τῇ Ἑλένη ἵνα μὴ περιφανὴς γένητ καὶ ὅτι ἄδηλον πότερον ὄνομα κύριόν ἀπο τοῦ κρανθῆναι ἐπ αυτῆς πρῶτον τὸν γάμον καὶ τελειωθῆναι τοῦ Ἀλεξάνδρου καὶ τῆς Ἑλένης ἢ ἐπιθετικῶς τὴν τραχεῖαν τινὲς γὰρ τὴν λεγομένην Ἑλένην . πρὸς τῇ Ἀττικῇ εῖναι ἀπο τῆς Ἑλενης ὅτι ταύτη πρώτη ἐπέβη ⁑
msA, 3.635, commenting on 3.434 παύσασθ κέλομαι στικτέον ἐπι τὸ κέλομαι τὰ γὰρ ἑξῆς ἀπαρέμφατα ἀντι προστακτικῶν πολέμιζε καὶ μάχου ἐὰν δὲ βραχ διαστέλλωμεν ἐπι τὸ κέλομαι ὄντως ἀπαρέμφατα ⁑
msA, 3.645, commenting on 3.440 ‡ ‡ ‡ παρα γὰρ θεοὶ εἰσὶ· οξυτονητ τὴν παρὰ προθ κατὰ τὴν ἄρχουσαν ἔστι δὲ οὐκ ἀναστροφη ἀλλα καθ υπερβατὸν κεῖτ διαλελυμ τοῦ πάρεισιν εἰκο τινές φασὶν ὅτι αἱ προθθ ὅταν κατὰ διάλυσιν λέγωνται πρὸς τὰ ἐπιφερόμενα φυλάσσουσι τοὺς τόνους κατα ταυρον ἐδηδώς κατα βοῦς ὑπερίονος ἤσθιον . ἀνα δ’ ὁπτολίπορθος οδ ἔστη . ἐχρῆν οὖν καὶ τῆς παρὰ ἐνθάδε εἰ προς τὸ ἐπιφερόμενον συντάττεται . φυλάσσεσθ τὸν τόνον προς οῦς πιθανῶς ὑπαντητέον ὅτι εκεῖν μὲν ἅπερ ἐτίθεντο καὶ ἐν τῇ συνθ φυλακτικὰ ἐγένετο τοῦ τόνου τῶν προθέσεων οἶον κατήσθιον κατεδηδώς· οὐ γάρ τις τῶν προθ τούτων ἐπι τὴν ἄρχουσαν συλλαβὴν ἑαυτῆς μετεβίβαζε τὸν τόνον τὸ δὲ πάρεισι μετεβίβαζεν ἔνθεν καὶ τὸ κατα διάλυσιν οὕτως ἀναγινώσκομεν ⁑
msAim, 3.777, commenting on 3.434 Αρισταρχος παύεσθ
msAim, 3.778, commenting on 3.439-3.440 επι τὸ εγὼ βραχ διασταλτ κοινὸν γὰρ ἀπο τοῦ ἐνίκησε το νικήσω ⁑
msAim, 3.779, commenting on 3.448 ὁ μὲν ᾿Απίων κυρίως ϊμᾶσι γὰρ ἐνιτείνοντο αἱ κλιναι ὁ δὲ ᾿ Ιλιόδωρος τοῖς εὐ τετραμμένοις ᾿ Απολλώνιος δὲ ὁ τοῦ Χάριδος δια τὸ κατὰ τὴν ἁρμογὴν τετρεῖσθ ⁑