Manuscript msA, page 51r
| prev: 50v | next: 51v |
3.452 δεῖξαι Ἀλέξανδρον τότ’ ἀρηϊφίλῳ Μενελάῳ ·
3.453 οὐ μὲν γὰρ φιλότητί γ’ ἐκεύθανον εἴ τις ἴ̈δοιτο·1
3.454 ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ·
3.455 τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
3.456 κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι·
3.457 νίκη μὲν δὴ φαίνετ’ ἀρηϊφίλου Μενελάου ·1
3.458 ὑμεῖς δ’ Ἀργείην Ἑλένην καὶ κτήμαθ’ ἅμ’ αὐτῇ
3.459 ἔκδοτε· καὶ τιμὴν ἀποτινέμεν ἥν τιν’ ἔοικεν·1
3.460 ἥ τε καὶ ἐσσομένοισι μετ’ ἀνθρώποισι πέληται·1
3.461 ὡς έφατ’ Ἀτρείδης . ἐπι δ’ ᾔνεον ἄλλοι Ἀχαιοί ⁑
4.1 Οἱ δὲ θεοὶ παρ Ζηνὶ καθήμενοι ἠγορόωντο1
4.2 χρυσέῳ ἐν δαπέδῳ· μετα δέ σφισι πότνια Ἥβη1, 2, 3, 4, 5, 6, 7
4.3 νέκταρ ἐῳνοχόει· τοι δὲ χρυσέοις δεπάεσσι1, 2, 3
4.4 δειδέχατ’ ἀλλήλους . Τρώων πόλιν εἰσορόωντες·1
4.5 αὐτίκ’ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην1
4.6 κερτομίοις ἐπέεσσι· παραβλήδην ἀγορεύων·1
4.7 δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων·1, 2
4.8 Ἥρη τ’ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη ·1
msA, 3.668, commenting on 3.459 ἀποτινέμεν ὅτι Ζηνόδ ἀποτίνετο συγχεῖτδὲ τὸ δυϊκὸν σχῆμα ἐπι πλειόνων τιθέμενον· καὶ ἠγνόησεν ὅτι συνήθως τῷ ἀπαρεμφάτ ἀντι τοῦ προστακτι χρῆται Ὅμηρος ἀποτινέμεν ἀντι τοῦ ἀποτίνεται ⁑
msA, 3.665, commenting on 3.457 νίκη μὲν δὴ φαίνετ ὑπερέβη γὰρ τὸ μετρητόν καὶ καλούμενος ἄπεισι καὶ Τρῶες μὲν ἕξουσι τὴν Ἀγαμέμνονος ἐπίκουρον φωνήν· εἰ δέ κ’ Ἀλέξανδρον κτείνει · Ἀχαιοὶ Ἀχαιοὶ δὲ τὴν Ἕκτορος ὁππότερος δε κε νικήσῃ καὶ γίνετ ἡ στασις ῥητὸν καὶ διάνοια διὸ ἀμφοτέρων εὔλογον αἰτίαν ἐχόντων ἐπίσκεψις καὶ πρὸς ὀλίγον ἐπίσχεσις γίνεται τοῦ πολέμου ⁑
msA, 4.4, commenting on 4.2 χρυσέω ἐν δαπέδῳ· πῶς τὸν οὐνον πολύχαλκον λέγει καὶ πάλιν χρυσοῦν ὡς τὸ χρυσέω ἐν δ’ απέδῳ ἱστέον δὲ ὅτι ὅταν μὲν στερεὸν βούλεται λέγειν . τότε πολύχαλκον φησιν . ὅταν δὲ καλὸν χρυσοῦν
msA, 4.785, commenting on 4.3 οὐ γὰρ δὴ καὶ οἱ αἰχμάλωτοι ἄγονται ἑαυτοῖς ἐργάζεσθαι· ἀλλ αυτοῖς τοῖς ἄγουσι· οὐδέ μνηστῆρες τὰ πρὸς τὴν δαῖτα ἑαυτοῖς παρεσκεύαζον ἕτεροι δὲ αὐτοῖς ⁑
msA, 4.5, commenting on 4.2 Δάπεδον· τὸ ομαλὸν χω γηπεδα δὲ τὰ ὲν ταῖς πόλεσι προκεῖμενα ταῖς οἰκείαις οἷον κηπίδια . οἱκόπεδα δὲ οικίας κατ ριφθεισης εἰς έδαφος ⁑
msA, 4.9, commenting on 4.2 πότνια Ἤβη ὅτι παρθ ἡ Ἠβη οἰνοχοεῖ γὰρ οὑκ άρα γεγαμηται ὑφ Ηρακλέους ὡς ἐν τοῖς κατ τὴν νεκυίαν ἠθετημένοις . δι ὴν δὲ αιτίαν οὐ πάρεστη Γανυμηδ ὧν οἰνοχόος τοῦ Διὸς . ἔνιοι μέν φησιν ὅτι τοῦ Διὸς μόνου ὦν διακωνος οὐκ εξην αὐτὸν κοινῶς πασιν οἰνοχοεῖν . ἡ δὲ Ἥβη εὐλόγως ὅτι κοινῆ πασιν ἐστίν ἔνιοι δὲ φασιν ὅτι σκεψεως πε τῆς Ιλίου πορθήσεως γενομένης εὐοικονομήσω ἀπέστη τοῦ συνεδρίου ἵνα μηδεν ἐναντὶον γένηται δια τὴν πρὸς αυτὸν χάριν ⁑
msA, 4.786, commenting on 4.2 διὰ τ δὲ καὶ μόνῳ τῷ Διῒ Γανυμηδ Γανυμήδης ὑπηρετεῖ· ῥητὲον οὖν ὅτι Ἡβη μὲν ἅπασι διακονεῖ ὅτι ἐπεὶ τὸ θειον ἀεὶ νεάζει τὲ καὶ Ἡβᾶ . τουτ γὰρ βοῦλεται αὐτοῖς ἥ τε ἁμβροσιά τις οῦσα καὶ τὸ νέκταρ παρα τὸ νεάζειν γεγενημένον ⁑
msA, 4.787, commenting on 4.2 Γανυμηδ δὲ ὑπηρετεῖ μόνῳ τῷ Διῒ ὅτι ὁ μὲν Ζεύς ὁ πρωτὸς ἐστι νοῦς . μόνος δὲ νοῦς . οικεῖον ἔχει τὸ τοῖς μήδεσι γάνυσθαι τουτ γὰρ ὁ Γαννυμηδ ⁑
msA, 4.10, commenting on 4.3 Νέκταρ ἐῳνοχ κατ ενῖα τῶν ὑπομνημάτων ἐνωνοχόει φέρεται οἱ δὲ φασὶ τὴν Ζηνοδότεϊον εῖναι τὴν γραφήν· ἐν μέντοι ταῖς ἐκδόσεσι χω τοῦ ν εὕραμεν διαφόρους δὲ δόξας ἐκτίθεται τῇ Προσωδ ὁ Ηρωδιανός ᾗ δὲ ἀρέσκεται αὕτη ἐστίν . ἔθος εστι τῷ ποιητ ἀποβάλλειν πολλάκις τὸ κατ αρχὴν ε ἐπι τῷ ν παρῳχημένων . ἐσθ ὅτε δε καὶ πλεονάζειν πρόδηλοι δὲ αἱ χρῆσεις· στήσα δ’ ἐν Αμνησῶ · σκῆπτρον μέν τοι δῶκε · τὸ γὰρ ἐντελὲς τῷ δ’ ἕτερον μὲν έδωκεν · ουτ οὖν καὶ ἐκ τοῦ εναντίου τὸ μὲν γὰρ ακόλουθον εστι κίνημ ἁπο τοῦ οἴγω ᾦγεν κατ παρατατ · τόν δ’ οὐ θεὸς ἄλλως ἄνωγεν . ἁλλα τὸ κατα πλεονασμὸν τοῦ έ χειλου δ’ ἀπο πόμ’ ἀνέῳγεν καὶ ἀπο τοῦ ἀνδάνω ἥνδανε , ἀλλ οὐκ Ατρειδης Αγαμε ἥνδανε . τὸ δὲ κατ πλεονασμον οὐδ’ Ἀγαμέμνονι πάμπαν ἑηνδανε · καὶ παλιν ἔσσατο δ’ έκτοσθεν ειτ ἐν έτεροις ἐέσσατο δέρμα ἀπο δὲ τοῦ ὤθω βαρυτόνου τὸ ῶσα πάρέξ καὶ ὦσε τὸ τριτὸν ὁ εν πλε φησὶ καδ δ ὰρ ἐπι στόμ’ ἔωσεν ουτ οὖν καὶ επι τούτου ἐν έτεροις γαρ φησιν ᾠνοχ δ’ υἱος Μενελα ὅπερ μετα πλεονασμὸν τοῦ ε ἀκολούθως παλιν ἀπεφήνατ νέκταρ ἐῳνοχ ⁑
msAim, 3.780, commenting on 3.460 ὅτι ἡ μετὰ ἀντι τῆς ἐν ⁑
msAim, 4.788, commenting on 4.7 επι θηλυκοῦ τάσσει αὐτὸ ὁ ποιητ η αρηγών ⁑