Manuscript msA, page 51v
| prev: 51r | next: 52r |
4.9 ἀλλ`’ ἤτοι , ταὶ , νόσφι καθήμεναι . εἰσορόωσαι1
4.10 τέρπεσθον· τῷ δ’ αῦτε φιλομμειδὴς Ἀφροδίτη1
4.11 αἰεὶ παρμέμβλωκε . καὶ αὐτοῦ κῆρας ἀμύνει·1, 2
4.12 καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι·1
4.13 ἀλλ`’ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου ·1
4.14 ἡμεῖς δὲ φραζώμεθ’ ὅπως ἔσται τάδε ἔργα .1
4.15 ή ρ’ αῦτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν1
4.16 ὄρσομεν . ἦ φιλότητα μετ αμφοτέροισι βάλωμεν·1
4.17 εἰ δ’ αύτως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο·1, 2, 3
4.18 ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος·1
4.19 αῦτις δ’ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο·1
4.20 Ὡς ἔφαθ’· αἱ δ’ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη .1
4.21 πλησίαι αἵ γ’ ἥσθην . κακὰ δὲ Τρώεσσι μεδέσθην·1, 2
4.22 ἤτοι Ἀθηναίη ἀκέων ἦν· οὐδέ τι εἶπε1, 2
4.23 σκυζομένη Διῒ πατρὶ . χόλος δέ μιν ἄγριος ῄρει·1, 2
4.24 Ἥρῃ δ’ οὐκ ἔχαδὲ στῆθος χόλον· ἀλλὰ προσηῦδα1
4.25 αἰνότατε Κρονίδη · ποῖον τὸν μῦθον ἔειπες·1
4.26 πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδ’ ἀτέλεστον1, 2
4.27 ἱ̈δρῶ θ’ . ὃν ἵδρωσα μόγῳ· καμέτην δέ μοι ἵ̈πποι1, 2
4.28 λαὸν ἀγειρούσῃ . Πριάμῳ κακὰ τοῖό τε παισίν·1
4.29 ἔρδ’· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι·1
4.30 Τὴν δὲ μέγ’ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς ·1
4.31 δαιμονίη . τί νύ̆ σε Πρίαμος Πριάμοιό τε παῖδες1
4.32 τόσσα κακὰ ῥέζουσιν , ὅ τ’ ἀσπερχὲς μενεαίνεις1
4.33 Ἰ̈λίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον·1
msA, 4.32, commenting on 4.17 εἰ δ’ αὕτως . δια τοῦ π αἱ Ἀριστάρχου εἰ δ’ αὖ πως · ἐν δε τῇ κατ Ἀριστοφ εἰ δ’ αύτως δια του τ ⁑
msA, 4.37, commenting on 4.21 πλησίαι αἵ γ’ ἤσθην · τὴν καθέδραν Ήρας καὶ Ἀθηνᾶς ὑποτίθεται ἐκατέρωθεν πλησίον τοῦ Διὸς
msA, 4.39, commenting on 4.22 ἤτοι Ἀθηναίη · προς τὸ ἀκέων ὅτι ἀντι τοῦ ἀκέουσα ἐξενήνεκται οὐ γάρ ἐστιν ἀντι του ἠσύχως ὡς ὁ Ἀριστόνικος ἐν τοῖς Σημείοις φη ὁμοίως τὸ ἀλλ’ ἀκέων δαίνυσθε ὁ γαρ Ἀπολλωνιος ἐν τῷ Περι μετοχῆς ἀποδείκνυσιν· ἀκριβέστατα ἐκ τῆς συντάξεως ὅτι οὐ δύνατ εἰναι ἐπίρρημ μεσότητος ⁑
msA, 4.47, commenting on 4.27 ἱδρωθ’ ὃν ἵδρωσα . αἱτιατική ἐστι κατ ἕκθλιψιν εἰλημμένη ἔνθεν προπερισπῶμεν· ὀξύνεται γὰρ ἡ ευθεία ὁμοιως τῷ εὐρώς . τὸ δὲ ϊδρῶσα οὐκ αναγκαῖον συστέλλειν δύναται γὰρ καὶ ἐκτείνεσθαι καὶ μηδὲν λυμαίνεσθ τῷ μέτρῳ ἔφαμεν δὲ τὸν ποιητ ἀδιαφόρως καὶ φυλάσσειν τὸν χρόνον τῶν παροχημένων καὶ ἀποβάλλειν . δύναται μέντοι καὶ ϊδρῶ τε εῖναι τὸ πλῆρες ἐπεὶ σύνηθες αὐτῷ οὕτως τὴν αιτιατικὴν προφέρεσθαι ἰδρῷ ἀπεψύχοντο ⁑
msAim, 4.789, commenting on 4.17 Ἀρισταρχ εἰ δ’ αὖ πωσι
msAint, 4.791, commenting on 4.11 ‘ πάρεστι