Manuscript msA, page 52r
| prev: 51v | next: 52v |
4.34 εἰ δὲ σύ γ’ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ .1
4.35 ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας1
4.36 ἄλλους τε Τρῶας . τότε κεν χόλον ἐξακέσαιο .1
4.37 έρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσω1
4.38 σοὶ καὶ ἐμοὶ μέγ’ ἔρισμα μετ αμφοτέροισι γένηται·1
4.39 ἄλλο δέ τοι ἐρέω σὺ δ’ ἐνι φρεσὶ βάλλεο , σῇσιν·1
4.40 ὁππότε κεν καὶ ἐγὼ μεμαὼς . πόλιν ἐξαλαπάξαι1
4.41 τὴν ἐθέλω , ὅθι τοι φίλοι ἀνέρες ἐγγεγά̄σι·1
4.42 μή τι διατρίβειν τὸν ἐμὸν χόλον· ἀλλά μ’ ἐᾶσαι·1
4.43 καὶ γὰρ ἐγὼ σοὶ , δῶκα ἑκὼν· ἀέκοντί γε θυμῷ·1, 2, 3, 4, 5, 6
4.44 αἳ γὰρ ὑπ’ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι1
4.45 ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων·1, 2
4.46 τάων μοὶ περὶ κῆρι τιέσκετο Ί̈λιος ϊρὴ·1, 2, 3, 4
4.47 καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίῳ Πριάμοιο ·1
4.48 οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης1
4.49 λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς·1
4.50 Τονδ`’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη ·1
4.51 ἤτοι ἐμοὶ τρεῖς μὲν πολυ φίλταταί εἰσι πόληες·1
4.52 Ἄργός τε ; Σπάρτη τε· καὶ εὐρυάγυια Μυκήνη ·1, 2
4.53 τὰς διαπέρσαι . ὅτ’ ἄν τοι ἀπέχθωνται περὶ κῆρι·1, 2
4.54 τάων οὔ τοι ἐγὼ πρόσθ’ ἵσταμαι οὐδὲ μεγαίρω·1, 2
4.55 εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι·1
4.56 οὐκ ἀνύω φθονέους’ . ἐπει ῆ πολὺ φέρτερος ἔσσι·1, 2
4.57 ἀλλα χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον·1
4.58 καὶ γὰρ ἐγὼ θεός εἰμι· γένος δέ μοι ἔνθεν , ὅθεν σοί·1
msA, 4.62, commenting on 4.37-4.38 ‡ ἔρξον ὅπως ἐθέλεις· ὡς θέλεις πρᾶξον μή πως ἡ ἀμφιβο αὕτη ἐμοὶ καὶ σὺ γένηται· οἱ δὲ στείζοντες εἰς τὸ νίκος· λείπειν φασὶ τὴν διὰ καὶ τὸ γένηται ὑποτακτικὸν . ἀντι τοῦ γένοιτο ἢ γενέσθω ·
msA, 4.70, commenting on 4.43 καὶ γὰρ ἐγώ σοι δῶκα ἐκῶν · τὸ δοκοῦν ἀπεμφαίνειν· ἐν τῷ στίχω . οὐδεμίαν ἔχει διόρθωσιν ἐκ διαστολῆς· ὁ μέντοι λο αίρει διαστέλλειν ἐπι τὸ ἑκών . λέγει δὲ ἐκὼν μὲν ἐπεὶ μὴ εβιάσθη ἀλλα εῖξεν· ἀέκοντι δὲ θυμῷ . ἐπεὶ μὴ προ εἴλετο ἀλλ’ ἀπροαιρέτως τὴν πόλιν προΐεται τῇ γαμετῇ· σχεδὸν δὲ πᾶσι συμβαίνει τοῦτο τοῖς δύο ἄτοπων προκειμένων τὸ ἕλαττον αἱρουμένοις ⁑
msA, 4.71, commenting on 4.43 ἄλλως· καὶ γὰρ ἐγώ σοι δῶκα ἑκὼν ἀέκοντί γε · πολλὰ γὰρ παρὰ προαίρεσιν τῆς ψυχῆς πράττομεν προς τὸ κεχαρισμένον τῶν πέλας ὡς εἰ ἔλεγεν· κατεδεξάμην μὲν ἐγὼ τάδε τῆς προαιρέσεως οὔ πω μοι κατένευσεν ⁑
msA, 4.792, commenting on 4.43 δῶκα εκῶν · ἐν ἄλλω ἀέκοντί γε θυμῷ βιαζόμενος ὥσπερ οἱ πλεόντες . ἑκόντες μὲν ἀποβάλλουσι τὰ φορτία ἵνα σωθῶσιν ἄκοντες δὲ ζημιοῦνται ⁑
msA, 4.72, commenting on 4.43 δοκεῖ δέ πως ἐναντίον εἶναι τὸ εκὼν ἀεκοντί γε θυμῷ διὸ καλῶς ὁ Τρυφων φησὶ συναλείψας ἐν τῷ δῶκα συνάπτει τὸ ἑκῶν ἵν’ ᾖ δῶκ’ ἀέκων ἀεκοντί γε θυμῷ · ἠ εκῶν ἐγώ σοι ἔδωκα ἀεκούσης μου τῆς διανοίας ό εστι καίπερ μὴ βουλόμενος ⁑
msA, 4.74, commenting on 4.45 ναιετάουσι ὅτι τῷ ἐνεργητικῳ ἀντι τοῦ παθητικοῦ κέχρηται ἀντι τοῦ ναιετάοονται ⁑
msA, 4.76, commenting on 4.46 τάων μοι περὶ κῆρι· τὸ περι φυλάσσει τὸν τόνον· ὅτε σημαίνει τὸ περισσῶς ὁμοίως τὸ ὣς περι μὲν νόον ἐστι περι δ’ ϊὲρὰ θεοῖσι · τὸ δε κῆρι οὐδετερον ὅτ ἂν ᾖ προ περισπᾶται ἐκ γὰρ τοῦ κέαρι συνείληπται ὅταν δὲ θηλυκὸν ἦ ὀξύνεται ἐνθάδε δὲ οὐδετερον ἐστι προπερισπασθήσεται ἄρα ⁑
msA, 4.79, commenting on 4.46 Ί̈λιος ἱρή· δια παντὸς θηλυκῶς ἅπαξ δὲ οὐδετέρως Ί̈λιον αἰπὺ ἕλοιεν Ἀθηναίης δια βουλάς ⁑
msA, 4.87, commenting on 4.52 Ἄργος τε Σπάρτη τε· ὅτι τούτων τῶν πόλεων ἕνεκα συνεμάχουν τοῖς Ἕλλησιν οὐ διὰ τὸ ἀποκεκρίσθαι ὑπο Ἀλεξάνδρου τὸ καλλος αὐτῶν ὅπερ οὐκ οῖδεν Ὅμηρος ⁑
msA, 4.88, commenting on 4.53 τὰς διαπέρσαι· προ τέλους ἡ οξεια τοῦ διαπέρσαι ἵν’ ᾖ ἀπαρεμφατ ἀντι προστατικοῦ· δείκνυσι δὲ τῶν ὀργιζόμ τὸ ῆθος ἀλόγιστον οἳ πόθω τῶν παρὰ χεῖρα τῶν μειζόνων ἀμελοῦσιν ⁑
msA, 4.91, commenting on 4.54 μεγαίρω· ἀντι μέλλοντος τοῦ φθονήσω ἀνθυπάγει οὖν αὐτῶ τὸ φθονέῳ ⁑
msA, 4.92, commenting on 4.55-4.56 εἴπερ γὰρ φθονέω τε· ἀθετοῦνται ἀμφότεροι· ὅτι τὴν χάριν ἁναλύουσιν εἰ καὶ μὴ προσδεηθεὶς δύναται τούτ’ ἔχειν ⁑
msAim, 4.793, commenting on 4.46 οτ θηλυκῶς τὴν Ἴλιον :
msAim, 4.794, commenting on 4.56 φέρτατος ἔσσι ⁑
msAint, 4.68, commenting on 4.43 ορθοτονητ τὴν σοὶ δύναται γὰρ ἀντιδιαστ εἰναι ⁑