Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 52v

Manuscript msA, page 52v

image

prev: 52r next: 53r

Iliad text

4.59 καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτηςimage1, 2, 3, 4

4.60 ἀμφότερον· γενεῇ τε , καὶ οὕνεκα σὴ παράκοιτιςimage1, 2

4.61 κέκλημαι· σὺ δὲ πᾶσι μετ’ ἀθανάτοισιν ἀνάσσεις·image1

4.62 ἀλλ’ ἤτοι μὲν ταῦθ’ ὑποείξομεν ἀλλήλοισι·image1

4.63 σοὶ μὲν ἐγώ· σὺ δ’ ἐμοί . ἐπὶ δ’ ἕψονται θεοὶ ἄλλοιimage1

4.64 ἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαιimage1

4.65 ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν·image1

4.66 πειρᾶν δ’ ὥς κεν Τρῶες ὑπερκύδαντας Ἀχαιοὺςimage1, 2

4.67 ἄρξωσι πρότεροι ὑπερόρκια δηλήσασθαι .image1

4.68 Ὡς έφατ’ , οὐδ’ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·image1

4.69 αὐτίκ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηῦδα ·image1

4.70 αἶψα μάλ’ ἐ στρατὸν ἐλθέ μετα Τρῶας καὶ Ἀχαιούς ·image1

4.71 πειρᾶν δ’ ὥς κεν Τρῶες ὑπερκύδαντας Ἀχαιοὺςimage1

4.72 ἄρξωσι πρότεροι ὑπερόρκια δηλήσασθαι·image1

4.73 Ὡς εἰπὼν ὤτρυνε , πάρος μεμαυῖαν Ἀθήνην ·image1

4.74 βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀΐξασα·image1, 2

4.75 οἷον δ’ ἀστέρα ἧκε Κρόνου παῖς ἀγκυλομήτεωimage1

4.76 ἢ , ναύτῃσι τέρας , ἠὲ στρατῷ εὐρέϊ λαῶν·image1

4.77 λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵ̈ενται·image1, 2

4.78 τῷ εἰκυῖ’ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη ·image1

4.79 κὰδ δ’ ἔθορ’ ἐς μέσσον· θάμβος δ’ ἔχεν εἰσορόωνταςimage1, 2

4.80 Τρῶάς θ’ ἱπποδάμους , καὶ ἐϋκνήμιδας Ἀχαιούς ·image1

4.81 ὧδε δέ τις εἴπεσκεν ἰ̈δὼν ἐς πλησίον ἄλλον·image1

4.82 ἤ ρ’ αῦτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴimage1

4.83 ἔσσεται . ἦ φιλότητα μετ’ ἀμφοτέροισι τίθησιimage1

Scholia text

msA, 4.99, commenting on 4.59 ‡ καὶ με πρεσβυτάτην· τιμιωτάτην νῦν· πλαγιασθεὶς δὲ ἐντεῦθεν Ἡσίοδος , νεώτερον φησὶ τὸν Δία ·image

msA, 4.100, commenting on 4.59 ἀγκυλυμήτης ὁ καὶ τοῖς ἄλλοις ἀγκύλα μήσασθαι εἰδώς· ἠ ὁ περι τῶν δυσευρέτων καὶ σκολιῶν εὐχερῶς δυνάμενος βουλεύεσθαι συνετός ⁑image

msA, 4.111, commenting on 4.64-4.66 σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεὶλαι ὅτι τὸ ἐπιτεῖλαι · ἀντι προστακτικοῦ κεῖται , τὸ δὲ πειρᾶν . εἰ μὲν ἁπαρέμφατον σημαίνει . διαστολὴν ἕξει προ αυτοῦ· ἤρτηται γὰρ τοῦ προτέρου λόγου· εἰ δὲ ἀντι προστακτικοῦ αὐτὸ κέοιτο τοῦ πειρᾶ το στικτέον ⁑image

msA, 4.795, commenting on 4.66 ὑπερκύδαντας· τὰ εἰς δὰς ὑπερ δύο συλλαβὰς ἱσοσυλλάβως κλίνονται οἶον Ἀκάδας Ἀκάδα . Τιμαχίδας Τιμαχίδα Σουΐδας Σουΐδα Λεονείδας Λεονείδα Χαρμάδας Χαρμάδα · δεῖ δεῖ προσθῆναι χωρὶς εἰ μὴ ἀπο βαρυτόνου ῥήματος γένωνται ἐκεῖνα γὰρ περιττοσυλλάβως κλίνονται , ἤγουν δια τοῦ ντ οἶον οἶδα Οἴδας Οἴδαντος · μειδιῷ Μείδας Μείδαντος χαρίζομαι Χαρίδας Χαρίδαντος . φείδομαι Ἀφείδας Ἀφείδαντος · τούτων οὕτως ἐχόντων , τὸ ὑπερκυδαντας Ἀχαιοὺς μή ποτε ἀπο βαρυτονου ῥήματός ἐστι τοῦ κυδαίνω τοῦ σήμαινοντος τὸ δοξάζω γέγονε κυδίεις κυδίεντος κυδίεντας καὶ ὑπερκυδίαντας · λεγουσι δε τινες ὁτι εν τοῖς ἐπιμερισμοῖς λέγει ὁ Ἡρωιδιανὸς ὅτι μετοχή ἐστι λέγει γὰρ ὅτι ἐστι κυδαίνω ὑπερκυδαίνω ἐκύδανα κυδάνας ὑπερκυδάνας ὑπερκυδάναντας καὶ κατα συγκοπὴν ὑπερκύδαντας · ἐν δε τῷ ὀνοματικῷ λέγει ὅτι ὅνομά ἐστι , καὶ μᾶλλον ὄνομα δεῖ λεγειν αὐτὸ ἤπερ μετοχήν . τῷ γὰρ ὀνοματικῷ δεῖ πιστευτέον ἠ τοῖς ἐπιμερισμοῖς· τοῦτο γὰρ ὡμολόγηται εἶναι Ἡρωιδιανοῦ . ἀλλ εἰσὶ καὶ ψευδεπίγραφοι ⁑image

msA, 4.132, commenting on 4.82-4.83 ‡ ἔσσεται· ὁ λο στίζει ἐπι τὸ ἔσσεται · εἴρηται γὰρ καὶ ἐν τῇ προ ταύτης ραψῳδίᾳ ὅτι οὐ πάντως ἐπι τῶν πευστικῶς λεγομένων ὑποστικτέον· οὕτως Νικάνωρ εἰ καὶ απατᾷ φησὶν ἡ ὑπόκρισις ⁑image

msAim, 4.796, commenting on 4.59 οτ οὐ καθ ἡλικίαν λεγει ἀλλ εν τιμῆimage

msAim, 4.798, commenting on 4.74 οτ ὡς πε όρους τοῦ Ὀλυμπ λέγει ⁑image