Manuscript msA, page 53r
| prev: 52v | next: 53v |
4.84 Ζεὺς , ὅς τ’ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται·1
4.85 Ὡς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·1
4.86 ἡ δ’ ἀνδρὶ ἱ̈κέλη Τρώων κατεδύσεθ’ ὅμιλον·1
4.87 Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ1
4.88 Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφε̆ύροι·1, 2, 3
4.89 εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε1
4.90 ἑσταότ’· ἀμφι δέ μιν κρατεραὶ στίχες ἀσπιστάων1
4.91 λαῶν· οἵ , οἱ , ἕποντο ἀπ Αἰσήποιο ῥοά̄ων·1
4.92 ἀγχοῦ δ`’ ἱ̈σταμένη ἔπεα πτερόεντα προσηύδᾱ·1
4.93 ῆ ρά νύ̆ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον .1, 2
4.94 τλαίης κεν Μενελάῳ ἐπὶ προἕμεν ταχὺν ϊ̄όν·1, 2
4.95 πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο·1
4.96 ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ·1
4.97 τοῦ κεν δὴ πάμπρωτα πὰρ’ ἀγλαὰ δῶρα φέροιο1, 2, 3
4.98 αἴ κεν ἴ̈δῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν .1
4.99 σῷ βέλεϊ δμηθέντα . πυρῆς ἐπιβάντ’ ἀλεγεινῆς1, 2, 3
4.100 ἀλλά γ’ ὀΐστευσον Μενελάου κυδαλίμοιο·1, 2
4.101 εὔχεο δ`’ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ .1, 2, 3
4.102 ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην .1
4.103 οἴκαδὲ νοστήσας ἱ̈ερῆς εἰς ἄστυ Ζελείης ·1, 2
4.104 Ὣς φάτ’ Ἀθηναίη . τῷ δὲ φρένας ἄφρονι πεῖθεν·1
4.105 αὐτίκ’ ἐσύλᾶ τόξον ἐΰξοων ϊξάλου αἰγὸς1, 2
4.106 ἀγρίου· ὅν ῥά ποτ’ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας1
4.107 πέτρης ἐκβαίνοντα . δεδεγμένος ἐν προδοκῇσι .1
4.108 βεβλήκει πρὸς στῆθος· ὁδ’ ὕπτιος ἔμπεσε πέτρῃ·1, 2
msA, 4.139, commenting on 4.88 ‡ Πάνδαρον ἀντίθεον διζημένη· τούτῳ καὶ τῷ εξῆς παράκεινται διπλαὶ περιεστιγμέναι ὅτι Ζηνόδοτ τούτου μὲν τὸ ἀκροτελεύτιον οὕτως γράφει εὗρε δὲ τόν δε τὸν δὲ δευτερον οὐδε γράφει δοκῶν ἀνθρώπινον τὸ ζητεῖν εἶναι· καταλελοιπ δέ τὸ διζημένη ἀγνοεῖ δὲ ὅτι ὁμοιωθεῖσα Λαοδόκῳ ἀνάγκην εἶχεν ἀνινα ἐπιτηδεύειν ⁑
msA, 4.151, commenting on 4.93 πίθοιο· δια τί ἡ Ἀθηνὰ εἰς σύγχυσιν τῶν όρκων ου τῶν Τρώων τινὰ ἐπελέξατο ἀλλα τῶν ἐπι κούρων καίτοι κεχαρισμενος ἀν τις ἐγένετο Ἀλεξάνδρῳ εἰ τῶν οἰκείων ἦν· καὶ δια τί τῶν ἐπικούρων τὸν Πάνδαρον ἐπελέξατο καὶ φησιν ὁ Αριστ ὅτι τῶν μὲν Τρώων οὐδένα δι’ ὅτι πάντες αὐτὸν ἐμίσουν ὡς ὁ ποιητής φησὶν ἶσον γάρ σφιν ἀπήχθετο κηρὶ μελαίνῃ · τῶν δὲ επικούρων τὸν Πανδαρον ἐπελέξατο ὡς φιλοχρήματον σημεῖον δὲ ἡ τῶν ἵππων αὐτοῦ ἐπι οἴκον κατάλειψις ἵνα μὴ δαπανᾷ ὅτι φύσει ἐπίορκος τὸ γὰρ ἔθνος ἔτι καὶ νῦν δοκεῖ εἶναι ὅθεν ἐκεινος ἦν ἐπίορκον· τινὲς δὲ οὔτως λύουσιν , ὅτι ἀρίστου ἦν χρεία τοῦ δυναμένου τρῶσαι καὶ καταστοχάσασθαι , οὐκ ἦν δὲ ἐν τῷ Τρωϊκῷ μέρει τις , ἢ Ἀλέξανδρος μόνος καὶ Πάνδαρος εὐφυὴς οὑτως ὡς καὶ ἐπι φωνῆσαι τὸν ποιητην Πάνδαρος ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν ὃ σημαίνει τὴν τοξικήν ὡς ἄριστον οὖν αὐτὸν ἐπελέξατο τοξοτην ⁑
msA, 4.152, commenting on 4.94 τλαίης κεν Μενελάῳ ἐπι προέμεν· Ἀρίσταρχος ἀναστρέφει ἵνα τὸ ἑξῆς γένηται ἐπι Μενελάῳ ὡς καὶ ἐπ εκείνου ῆ καὶ ἐπ Αντινόω ΐθυνεν Μενεκράτης δὲ ὁ Μιλήσιος ὑφ’ ἓν ἐπιπροέμεν ὁμοίως τῷ ἐπιπροΐηλε καὶ ἐπιπροέηκε ἵ̈ν’ ἔμφασις μᾶλλον γένηται ⁑
msA, 4.158, commenting on 4.97 παρ αγλαὰ δῶρα τινὲς ἀναστρέφουσι τὴν παρα κακῶς οὐδέποτε γὰρ ἀναστρέφεται προθ γενικῇ συντασσομε πτώσει , ἔστι γὰρ τὸ ἑξῆς παραφέροιο ⁑
msA, 4.799, commenting on 4.97 τοῦ κεν δὴ πάμπρωτα· προς καιρον ἡ Ἀθηνὰ βασιλέα κέκληκε τὸν Ἀλέξανδρον ἕν εκατοῦ μᾶλλον πτσαι αὐτὸν ἐλπίδι μείζονος δωρεὰς ⁑
msA, 4.161, commenting on 4.99 πυρῆς ἐπιβάντ’ οὐκ αναγκαῖον ἀναστρέφειν ἵνα γένηται τὸ ἑξῆς ἐπὶ πυρῆς βάντα · ἔμφασις γὰρ γίνεται τῇ μετοχῇ εἰ συνταγείη ἡ προθ ⁑
msA, 4.163, commenting on 4.99 ὅτι οἱ ἀρχαῖοι τὰ σώματ οὐκ έθαπτον ὑπὸ γὴν εἰ μὴ πρότερον ἔκαυσαν εἰθ οὕτως τὴν τέφραν σὺν τοῖς ὁστοῖς ἐχώννυον ἐν αγγείῳ τινὶ ἀποθέμενοι ⁑
msA, 4.169, commenting on 4.101 Λυκηγενέϊ · φασὶν ὅτι λαθεῖν σπουδάζουσα ἡ Λητὼ τῆν Ήρας ζηλοτπ εἰς Λυκίαν ἀπαλλαγῆναι ὡς καὶ Ἅγνων ἐν τῇ δεκαστίχω λέγει· τεσσάρων δὲ τεχνῶν ἔφορος ὁ θσ . τοξικῆς ϊατρικῆς μαντικῆς καὶ μουσικῆς ⁑
msA, 4.182, commenting on 4.108 ὁ δ’ ὕπτιος ὅτι οὐ πρηνεῖς ἀλλ ἀνατρεπομένους ὑπο τῆς πληγῆς συν ἵστησι δια τὰς βίας τῶν βαλοντῶν ⁑
msA, 4.172, commenting on 4.103 οἵκαδὲ νοστήσας· ὅτι ἡ ὑπὸ τῇ Ἴ̈δη Λυκια τὸ παλαιον Ζέλεια ἐκαλεῖτο δια τὸ τὸν Ἀπόλλω ἐν αυτῆ λίαν εὐσεβεῖσθαι ⁑
msAim, 4.800, commenting on 4.101 οτ απο τῆς Τρωϊκης Λυκίας εξ’ εστ ὁ Πάνδαρος ⁑
msAint, 4.165, commenting on 4.100 προς το σχημ ὅτι ἀντι τοῦ ἐπι τὸν Μενελαον ⁑