Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 53v

Manuscript msA, page 53v

image

prev: 53r next: 54r

Iliad text

4.109 τοῦ κέρᾱ ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει·image1, 2, 3, 4, 5

4.110 καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων·image1

4.111 πᾶν δ’ εὖ λειήνᾱς . χρυσέην ἐπέθηκε κορώνην·image1

4.112 καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος , ποτι γαίῃimage1

4.113 ἀγκλίνᾱς· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι .image1

4.114 μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν .image1

4.115 πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν·image1

4.116 αὐτὰρ ὃ σύλᾱ πῶμα φαρέτρης· ἐκ δ’ ἕλετ’ ἰ̈ὸνimage1

4.117 ἀβλῆτα πτερόεντα· μελαινέων έρμ’ ὀδυνά̄ων·image1, 2, 3

4.118 αῖψα δ’ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν·image1

4.119 εὔχετο δ’ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ .image1

4.120 ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβηνimage1

4.121 οἴκαδε νοστήσας . ἱερῆς εἰς ἄστυ Ζελείης ·image1

4.122 ἕλκε δ’ ὁμοῦ γλυφίδας τε λαβών καὶ νεῦρα βόεια·image1

4.123 νευρὴν μὲν μαζῷ πέλασεν . τόξῳ δὲ σίδηρον·image1, 2

4.124 αὐτὰρ ἐπειδὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε .image1

4.125 λίγξε βιὸς , νευρὴ δὲ μέγ’ ΐαχεν· ἆλτο δ’ ὀϊστὸςimage1

4.126 ὀξυβελὴς καθ’ ὅμιλον ἐπιπτέσθαι μενεαίνων·image1, 2, 3

4.127 Οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντοimage1

4.128 ἀθάνατοι· πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη·image1, 2

4.129 ἥ τοι πρόσθεν στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν·image1, 2

4.130 ἡ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς , ὡς ὅτε μήτηρimage1

4.131 παιδὸς ἐἔργῃ μυῖαν , ὅθ’ ἡδέϊ λέξεται ὕπνῳ·image1

4.132 αὐτὴ δ’ αῦτ’ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆεςimage1, 2

4.133 χρύσειοι σύνεχον· καὶ δίπλοος ἤντετο θώρηξ·image1, 2

Scholia text

msA, 4.185, commenting on 4.109 ‡ τοῦ κέρα· ἀποκοπῆ τοῦ κέρατα Ἡρῳδιανος συναλιφην τοῦ κέραα τὸ δὲ χρέαα χρέα συγκοπή ⁑image

msA, 4.801, commenting on 4.109 δῶρον καλεῖται ὁ παλαιστὴς ὅ ἔστιν ἔκτασις τῶν τῆς χειρος τεσσάρων δακτύλων . ῆ καὶ ἐκκαίδεκα ἐνι αυτῶν ῶρος γὰρ ὁ ενι αυτος ὅ περ ἄτοπον ⁑image

msA, 4.192, commenting on 4.112-4.113 καὶ τὸ μὲν εὗ κατέθηκε τανυσσάμενος· ἐπι τὸ τανυσσάμενος βραχὺ διασταλτέον πρὸς γὰρ τῇ γῇ ἀνέκλινεν αὐτὸ πρότερον ἐντείνας τὴν νευράν ⁑image

msA, 4.802, commenting on 4.112-4.113 ποτι γαίῃ ἀγκλίνας· πρὸς τῇ γῇ επερείσας ἑαυτόν δῆλον ὅτι τοῦ μὴ ὀραθῆναι ὑπο τῶν Ἑλλήνων ⁑image

msA, 4.204, commenting on 4.123 νευρὴν μὲν μαζῶ ὅτι Ζηνόδοτος προ τουτ τὸν ἑξῆς τέταχεν οὕτως ποιήσας , ἕλκε δ’ ὁμοῦ γλυφίδας καὶ νεῦρα βόεια . εἶτα αὐτὰρ ἐπειδὴ κυκλοτερὲς μεγα τόξον ἔτεινε νευρην μὲν μαζῷ πέλασσεν τόξω δὲ σίδηρον εῖτα λίγξε βιὸς . οὐ νοήσας ὅτι δια τῶν παρεπομένων τοῦ ἕλκε δ’ ὀμοῦ καὶ νευρὴν μὲν μαζῷ πέλασσε συνίστησι τὴν ἔνστασιν γεγενημένην εἶθ’ ἑξῆς λέγει ἐπειδὴ ἐνετάθη καὶ κυκλοτερὲς ἐγένεντο ἀπέστειλε τὸ βελος ⁑image

msA, 4.212, commenting on 4.126 ἐπιπτέσθαι· παροξυτονητέον ἔστι γὰρ μέσος δεύτερος ἀόριστος ὁμοίως τῷ τότ’ ἂν οὗτοι ἀποσχέσθαι καὶ τὸ ἁπλοῦν αὐτοῦ ἔστι πέσθαι· πᾶν δὲ ἀπαρέμφατον συντιθέμενον φυλάσσει τὸν αὐτὸν τόνον ⁑image

msAil, 4.806, commenting on 4.126 εμπεσείνimage

msAim, 4.803, commenting on 4.117 ουτ δια τοῦ ε δια το μέτρον ⁑image

msAim, 4.804, commenting on 4.129 ουτ μετα τοῦ τ ἤ τοιimage

msAint, 4.187, commenting on 4.109 Ϊακῶς το πεφυκimage

msAint, 4.805, commenting on 4.132 δεσμοίimage