Manuscript msA, page 54r
| prev: 53v | next: 54v |
4.134 ὲν δ’ έπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός·1
4.135 διὰ μὲν ὰρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο·1, 2
4.136 καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·1
4.137 μίτρης θ’ ἣν ἐφόρει ἔρυμα χροὸς έρκος ἀκόντων·1, 2
4.138 ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ είσατο καὶ τῆς .1, 2
4.139 ἀκρότατον δ’ ὰρ ὀϊστὸς ἐπέγραψε χρόα φωτός·1, 2, 3
4.140 αὐτίκα δ’ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς1, 2
4.141 Ὡς δ’ ὅτε τίς τ’ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ1, 2, 3
4.142 Μῃονὶς . ἠὲ Κάειρα · παρήϊον ἔμμεναι ἵππων·1, 2, 3
4.143 κεῖται δ’ ἐν θαλάμῳ· πολέες τέ μιν ἠρήσαντο1
4.144 ἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα·1
4.145 ἀμφότερον· κόσμός θ’ ἵππῳ ἐλατῆρί τε κῦδος .1
4.146 τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ1
4.147 εὐφυέες . κνῆμαί τε ἰ̈δὲ σφυρὰ κὰλ’ ὑπένερθε·1, 2, 3
4.148 Ῥίγησεν δ’ ὰρ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων1, 2
4.149 ὡς εἶδεν μελαν αἷμα καταρῥέον ἐξ ὠτειλῆς·1, 2
4.150 ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος ·1
4.151 ὡς δὲ ἴ̆δεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας1, 2, 3
4.152 άψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη·1
4.153 τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων ·1, 2
4.154 χειρὸς ἔχων Μενέλαον · ἐπεστενάχοντο δ`’ ἑταῖροι·1
4.155 φῖλε κασίγνητε . θάνατον νύ̆ τοι όρκι’ ἔταμνον1, 2
4.156 οἶον προστήσας προ Αχαιῶν Τρωσὶ μάχεσθαι·1
4.157 ὥς ς’ έβαλον Τρῶες . κατὰ δ’ όρκια πιστὰ πάτησαν·1, 2
4.158 οὐ μέν πως ἅλιον πέλει ὅρκιον· αἷμά τε ἀρνῶν·1, 2
msA, 4.249, commenting on 4.142 ἔμμεναι ἵππων· διχῶς καὶ ἵππω δυϊκῶς καὶ πληθυντικῶς· ἐν δε τῇ κατα Ἀριστοφα μόνως δυϊκῶς ⁑
msA, 4.234, commenting on 4.139 ἀκρότατον δ ἄρ· ἡ διπλῆ ὅτι Ζηνοδοτ γράφει χαλχός ἐπι λέλησται δὲ ὅτι ἐν τοῖς ἐπάνω σιδηρὰν τὴν ἀκίδα τοῦ βέλους εἶπεν εἶναι καὶ ὅτι τὸ ἀκρότατον οὐχ ὑπερ θετικον ἐστιν ἀλλ’ αντι τοῦ ἄκρον τὸν χρότα ⁑
msA, 4.246, commenting on 4.142 ἠὲ Κάειρα · Καρίνη ἀπο Καρίας ὡς τῶν χωρίων τούτων τὸ παλαὶον καλαῖς βαφαῖς χρωμένων· φασὶ δε τίνες τὸ Καῖρα διαιρεῖσθαι· οἱ δὲ ὡς ἀπο τοῦ φαίνω φαείνω καὶ ὁ λόγος δὲ τὴν ει δίφθογγον αἰτεῖ ⁑
msA, 4.262, commenting on 4.147 σφυρά· τὰ ἀπολήγοντα μέρῃ προς τῷ ἀστραγάλῳ καὶ ἐκ πλαγίων ἐξέχοντα τῆς κνήμης καὶ τῆς περόνης· εἴρηται δὲ μεταφορικῶς ἀπο τῶν χαλκευτικων σφυρων ⁑
msA, 4.269, commenting on 4.151 ὡς δὲ ΐδεν· συσταλτέον τοῦ ΐδε τὸ ϊ ὁμοίως τῷ οὐκ ἴ̈δον οὐ πυθόμην · εἰσὶ δὲ οἳ ἀναγινώσκουσιν ὡσ δ’ εἶδεν νευρόν τε ὁμοίως τὸ ὡς εἶδεν δύο φῶτε οὐχ ὑγειῶς ἐνθάδε γὰρ οὐ καλῶς δυναμθ ἀναγνῶναι ἠ φυλάσσοντες τὴν ει διφθογγον· ἐπι δὲ τούτων παραφύλαξαι ὅταν ἡ προκειμένη λέξις εἰς τὸ ε καταλήγει ἤτοι διαστελ τὸ ϊ ἀπ αυτῆς μετὰ συστολῆς ἢ ἔκθλιψιν ποιεῖται τοῦ ε ἐκθλιψιν μὲν οὕτως τόν δ’ ΐδεν Αἰνείας νῦν δ’ ῗδεν ὃς μέγ’ ἄριστος διαστολῇ δὲ οὕτως μετα συστολῆς· τὴν δὲ ἴ̈δεν προμολούσαν · τὸν δὲ ἴ̈δεν Κάδμου θυγάτηρ · οὕτως οὐν καὶ ἐνθάδε ⁑
msA, 4.287, commenting on 4.158 οὐ μέν πως· γενναίου στρατηγοῦ τὸ μὴ συμπεπτῶκέναι τοῖς καιροῖς ἀνέχει δὲ εἰς θν τὴν ἐλπίδα καὶ τὸ σύμπτωμα τῆς τύχης εἰς παραμυθίαν δέχεσθαι ⁑
msAim, 4.807, commenting on 4.151 τοὺς τῆς ακίδος λέγει πώγωνας ⁑
msAim, 4.808, commenting on 4.155 εγῶ δηλον ὅτι ⁑
msAint, 4.235, commenting on 4.139 τὸ ἐπέγραψε χωρὶς τοῦ ν ἐν δέ τισιν χαλκος · γρ οὐκ αρέσκει δὲ Ἀρισταρχ ⁑
msAint, 4.242, commenting on 4.141 oυτ ὁμοτόνῳ τῷ ζῴ τὸ ὀστέον· καὶ γαρ ἐν ἑτέροις φησὶ λευκοτέρην δ’ άρα μιν θῆκε πριστοῦ ἐλεφαντος ⁑
msAint, 4.260, commenting on 4.147 ἐκατέροις δύναται προσδίδοσθαι τὸ εὐφυέες βέλτιον δὲ τοῖς ἄνω δια το ὑπερβατον ⁑
msAint, 4.263, commenting on 4.148 ουτ Αρισταρχ ρίγησεν δ ὰρ δια τοῦ δ ου δια του τ ⁑
msAint, 4.266, commenting on 4.149 ἀθετεῖται πάλιν δια τὴν ὠτειλήν ⁑
msAint, 4.275, commenting on 4.153 οτ δεῖ βαρυτονεῖν τὸ στενάχων ὡς ὁρέγων καὶ γὰρ στεναχοντο ὡς ὁρέγοντο ⁑
msAint, 4.282, commenting on 4.157 οτ εκ βολῆς ἔτρωσαν προς τὸ αὐτίκα δ’ ἔρρεεν αἷμα ⁑