Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 54v

Manuscript msA, page 54v

image

prev: 54r next: 55r

Iliad text

4.159 σπονδαί τ’ ἄκρητοι· καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν·image1, 2

4.160 εἴ περ γάρ τε καὶ αὐτίκ’ Ὀλυμπιος οὐκ ετέλεσσεν .image1

4.161 ἔκ τε καὶ ὀψὲ τελεῖ· σύν τε μεγάλῳ ἀπέτισαν·image1, 2

4.162 σὺν σφῇσιν κεφαλῇσι· γυναιξί τε καὶ τεκέεσσιν·image1

4.163 εὖ γὰρ ἐγὼ τόδε οἶδα κατα φρένα καὶ κατα θυμὸν·image1

4.164 ἔσσεται ἦμαρ , ὅτ’ ἄν ποτ’ ὀλώλῃ Ἴλιος ἱ̈ρὴ·image1, 2, 3

4.165 καὶ Πρίαμος . καὶ λαὸς ἐϋμμελίω Πριάμοιο ·image1

4.166 Ζεὺς δέ σφιν Κρονίδης ὑψίζυγος , αἰθέρι ναίων·image1, 2

4.167 αὐτὸς ἐπισσείῃσιν , ἐρεμνὴν αἰγίδα πᾶσιν·image1, 2, 3

4.168 τῆσδ’ ἀπάτης κοτέων , τὰ μὲν ἔσσεται οὐκ ατέλεστα·image1

4.169 ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαεimage1

4.170 αἴ κε θάνῃς· καὶ μοῖραν ἀναπλήσῃς βιότοιο·image1, 2

4.171 καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱ̈̆κοίμην·image1, 2, 3, 4

4.172 αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης·image1

4.173 καδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμενimage1, 2

4.174 Ἀργείην Ἑλένην · σέο δ’ ὀστέα πύσει ἄρουραimage1

4.175 κειμένου ἐν Τροίῃ · ἀτελευτήτῳ ἐπὶ ἔργῳ·image1

4.176 καὶ κέ τις ὧδ’ ἐρέει Τρώων ὑπερηνορεόντωνimage1, 2

4.177 τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο·image1

4.178 αἴθ’ οὕτως ἐπὶ πᾶσι χόλον τελέσει Ἀγαμέμνωνimage1, 2

4.179 ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδ’ Ἀχαιῶν ·image1

4.180 καὶ δὴ ἔβη οἶκον δὲ , φίλην ἐς πατρίδα γαῖανimage1

4.181 σὺν κεινῇσιν νηυσὶ· λιπὼν ἀγαθὸν Μενέλαον ·image1, 2

4.182 ὥς ποτέ τις ἐρέει . τότε μοι χάνοι εὐρεῖα χθών .image1, 2

4.183 Τὸν δ`’ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος ·image1

Scholia text

msA, 4.288, commenting on 4.159 ‡σπονδαί τ’ ἄκρητοι· ὅτι εὐκρινὲς γίνεται ἐντεὺθεν τὸ κρητῆρι δὲ οἶνον μίσγον οὐ γὰρ κεκράμενον ἔσπενδον ⁑image

msA, 4.290, commenting on 4.161 ἔκ τε καὶ ὁψὲ τελεῖ· ὅτι Ζηνοδοτος γράφει τελέσει καὶ σύν τε μεγάλῳ τίσουσιν . ἐπι τῶν Τρώων δεχόμενος τὸν λόγον οὐκ έχει δὲ οὕτως ἀλλα καθολικῶς ἐπι τῶν παραβαινόντων τὰ όρκια ⁑image

msA, 4.296, commenting on 4.164 ἔσσεται ῆμαρ , ἀπ ἄλλης ἀρχῆς τοῦτο διὸ τελείᾳ στικτέον προ αυτῆς ἀσύνδετος γὰρ ὁ λόγος ⁑image

msA, 4.304, commenting on 4.167 ἐρεμνὴν αἰγίδα· ὅτι τοῦ διὸς ὅπλον ἡ αιγὶς πρὸς τοὺς νεωτέρους ποιητάς καὶ ὅτι καταιγίδων καὶ ζωφόδους καταστάσεως παρασκευαστική ἐστιν ⁑image

msA, 4.307, commenting on 4.170 καὶ μοῖραν ἀναπλήσης ὅτι πότμον αἱ Ἀριστάρχου οὐ μοῖραν ὡς ἐν ταῖς κοιναῖς ⁑image

msA, 4.312, commenting on 4.171 πολυδίψιον ἄνυδρον οῦσαν τὴν Πελοπόννησον ἔφυδρον ἐποίησεν Δαναὸς ἐξελθῶν ἀπο τῆς Αἰγύπτου καὶ οἰκήσας ἀυτήν . τῶν γὰρ θυγατέρων αὐτοῦ ζητουσῶν ὑδρεύσασθαι μιᾶς αὐτῶν τῆς Ἀμυμονης ἠράσθη Ποσειδών · καὶ ἔδειξεν αὐτῇ τῇ τριαίνῃ πλήξας τὰς ἐν Λέρνη πηγάς· οἱ δὲ οὕτως . ὅτι Ἀθηνᾶς ὑποθήκαις , πολυδίψιον τὸ Ἄργος πρότερον ὑπάρχον ἄδιψον γενέσθαι δια τῶν Δαναοῦ θυγατέρων ἐποίησεν· ἑκεῖναι γὰρ ὄρυξιν φρεάτων ἐπενόησαν παραγενομένων δὲ τῶν Αἰγυπτίων ἐπι τὸν τῶν Δανα θυγατέρων γάμον αἱ Δαναΐδες κατα τὰς τοῦ πρσ ὑποθήκας ἐδολοφόνησαν αὐτοὺς ἐκεῖνος γὰρ αὐταῖς συνεβούλευσεν τοὺς τὴν παρθενίαν ἀφαιρουμένας ἀμύνασθαι· Ὑπερμήστρα οὖν μόνη ὀ Λγκέα περιέσωσεν καὶ ἐτήρησεν καὶ γὰρ εκεῖνος αυτῆς τὴν παρθ εσωσεν· ὅθεν γυναῖκα λαβῶν αὐτὴν ὕστερον συνετήρησεν· πολυδίψιον οὖν ἤτοι πολὺ διάφθορον διὰ πολέμους . ἠ πολυπόθητον μεταφορικῶς ἀπο τῶν διψώντων καὶ ἐπι θυμώντων ποτοῦ ἐξ οὗ ἄνυδρον ἡ βλαβερὸν ἀπο τοῦ ΐψιον ⁑image

msA, 4.315, commenting on 4.173 Ἀργείην Ἑλένην ὅτι τῶν ἐπι ξένης τελευτών τῶν οὐκ απεκομίζετο τὰ ὀστᾶ εἰς τὰς πατρίδας . οὐκ ἄρα Ὁμήρου ἐστὶ ταῦτα ὅς κ’ ὀστέα παισὶν ἕκαστος οἴκαδ’ ἄγει ὅτ’ ἂν αὖτε νεώμεθα ⁑image

msA, 4.316, commenting on 4.176 καὶ κέ τις ὧδ’ ἐρέει ἤτοι ὅτι ὁ κε περισσεύει ἠ τὸ ῥῆμα ἐνήλλακται ἐρέει . ἀντι τοῦ εἴποι ἄν ⁑image

msAim, 4.809, commenting on 4.167 αντ τοῦ ἐπισειη πρὸς ὃ ἡ διπλη·image

msAim, 4.810, commenting on 4.171 διχῶς Ἀρισταρχ καὶ ἐλέγχιστονimage

msAint, 4.300, commenting on 4.164 αντ τοῦ απολειται πρὸς ὃ ἡ διπλη το Ιλς θηλυκω ⁑image