Manuscript msA, page 55r
| prev: 54v | next: 55v |
4.184 θάρσει· μὴ δέ τι πω δειδίσσεο λαὸν Ἀχαιῶν ·1, 2
4.185 οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος . ἀλλὰ πάροιθεν1
4.186 εἰρύσατο ζωστήρ τε παναίολος· ἠδ`’ ὑπένερθε1
4.187 ζῶμά τε καὶ μίτρη· τὴν χαλκῆες κάμον ἄνδρες·1, 2
4.188 Τὸν δ`’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων ·1
4.189 αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε ·1, 2, 3
4.190 ἕλκος δ’ ϊητὴρ ἐπιμάσσεται . ἠδ`’’ ἐπιθήσει1, 2, 3
4.191 φάρμαχ’ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων·1, 2, 3
4.192 ῆ· καὶ Ταλθύβιον θεῖον κήρυκα προσηῦδα ·1
4.193 Ταλθύβι’ · ὅτι τάχιστα Μαχάονα δεῦρο κάλεσσον1
4.194 φῶτ’ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰ̈ητῆρος·1
4.195 ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν :1, 2, 3
4.196 ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων εὖ εἰδὼς1
4.197 Τρώων ἢ Λυκίων · τῷ μὲν κλέος ἄμμι δὲ πένθος·1
4.198 Ὡς ἔφατ’ . οὐδ’ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας·1
4.199 βῆ δ’ ϊέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων·1
4.200 παπταίνων ἥρωα Μαχάονα · τὸν δ’ ἐνόησεν1, 2
4.201 ἑσταότ’ , ἀμφι δέ μιν κρατεραὶ στίχες ἀσπιστάων1
4.202 λαῶν . οἵ οἱ ἕποντο Τρίκκης ἐξ ἱ̈πποβότοιο·1
4.203 ἀγχοῦ δ’ ἱ̈στάμενος ἔπεα πτερόεντα προσῆυδα ·1, 2
4.204 ὄρσ’ Ἀσκληπιάδη . καλέει κρείων Ἀγαμέμνων .1
4.205 ὄφρα ἴ̈δῃ Μενέλαον ἀρήϊον . ἀρχὸν Ἀχαιῶν ·1, 2, 3
4.206 ὅν τις ὀϊστεύσας , ἔβαλεν τόξων εϋ εἰδὼς1, 2
4.207 Τρώων ἠ Λυκίων . τῷ μὲν κλέος . ἄμμι δὲ πένθος·1, 2
4.208 Ὡς φᾶτο · τῷ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·1, 2
msA, 4.335, commenting on 4.187 ‡ ζῶμά τε καὶ μίτρην· ὅτι τοῦ ζώματος μνησθεὶς παραλέλοιπε τὸν θώρακα ὥστε ἀπο μέρους τὸ όλον δεδηλῶσθαι , ἡ δε μίτρα τούτω προσῆπται τῶ θώρακι· καὶ ζῶμα φαεινὸν . δια τὸν χαλκόν . ἡ μίτρα οὖν ἔσωθεν εριώδης ἐστι περι τὴν ἐπιφάνειαν χαλκῆ ὑπάρχουσα ⁑
msA, 4.341, commenting on 4.191 φάρμαχ’ ά κεν· τὰ φέροντα ἄκεσιν εἴρηται δὲ ἀπο τῶν ἀνθῶν καὶ τὰ βαφεῖα φαρμακῶνας ἐκάλουν καὶ τὴν ἐκ τῆς βαφῆς στόμωσιν φαρμάσσειν φησὶν· τρεῖς δὲ φαρμάκων ὀ ϊδεαι ἐπίπαστα ὡς ἐπι Μενελάου · χριστά· ἰοὺς χρίεσθαι πότιμα ὡς ἐπι Ελένης ⁑
msA, 4.342, commenting on 4.191 τρεῖς βελουλκίας οῖδεν· ἐξολκὴν ὡς ἐπι Μενελαου . ἐκτομην· ὡς ἐπι Ευρυπύλου διωσμον ὡς ἐπι Διομήδους · το δὲ παύσῃσιν ἀντι του παύσειεν ἂν ὡς τὸ ϊχθὺς ὅς κε φάγῃσιν ὅτι καὶ τοῦτο οὕτως λέγει ἀντι τοῦ ὃς φάγοιεν ⁑
msA, 4.348, commenting on 4.195 ὄφρα ἴ̈δῃ Μενέλαον · ὁ αστερίσκος καὶ ὁ ὀφελος ὅτι νῦν παρέλκει· ὁρᾶ γὰρ ὁ κήρυξ τὴν χρειαν τοῦ Μαχάονος · Μαχαων δὲ οὗτος υἱὸς Ἀσκληπιοῦ καὶ Ἀρσινόης ἠ Κορωνίδος . κατα δέ τινας Ηπιόνης τῆς Μέροπος . κατα δὲ Ἡσίοδον Ξάνθης . Ἀσκληπιος δὲ εἴρηται παρα τὸ ἀσκεῖν καὶ ἤπια τὰ μέλη ποιεῖν ⁑
msA, 4.356, commenting on 4.200 π παπταίνων· πετῶ πτῶ πταίω πταίνω καὶ κατὰ ἀναδιπλασιασμὸν παπταίνων ὁ πανταχόσε περιβλεπόμενος ⁑
msA, 4.358, commenting on 4.205 ὄφρα ἴ̈δῃ Μενέλαον · ὁ ἀστερίσκος ὅτι νῦν δεόντως λέγεται προς Μαχάονα ὑπο τοῦ κήρυκος ⁑
msA, 4.361, commenting on 4.206 ὅν τις ὀϊστεύσας· ἡ διπλῆ ὅτι ἐκ βολῆς ἔτρωσεν πρὸς τὸ αὐτίκα δ’ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς ·
msA, 4.1000, commenting on 4.207 ἄμμι δὲ πένθος· ἑκάτερον καθ εαυτὸ λείπει γὰρ τὸ ἐστιν ἐν αμφοτέροις ⁑
msA, 4.365, commenting on 4.208 ὡς φάτο· ἡ διπλῆ προς τὸ ὄρινεν ἀντι τοῦ κατα ψυχὴν ἐκίνησεν . ἡ δὲ ἀναφορὰ πρὸς τὸ ὡς φάτο τῇ δ’ ἄρα θυμὸν ἐνι στήθεσσιν ὄρινεν ὅτι οὐκ ἔστιν ἐθύμωσεν ὡς ὁ διασκευάσας ἐκλαβῶν ἔταξεν τοὺς ἑξῆς εἵκοσι στίχους ἀλλ’ ἀντι τοῦ ἐκίνησε καὶ παρώρμησε κατὰ τὸ ἐρωτικόν·
msAil, 4.817, commenting on 4.190 ψηλαφής οι ἐφάψυται ⁑
msAim, 4.812, commenting on 4.184 ουτ πῶ Αρισταρχ ουχι ποῦ ως τινες
msAim, 4.813, commenting on 4.189 στικτέον επι το τελος τοῦ στίχου τελεια ασύνδτ γὰρ ὁ λόγος πρὸς τὰ ἑξῆς ⁑
msAim, 4.814, commenting on 4.195 γράφεται ἀρχὸν Ἀχαιῶν :
msAim, 4.815, commenting on 4.203 γράφεται αγορευεν
msAim, 4.816, commenting on 4.205 ουτ Αρισταρχος χω τοῦ σιδη ⁑