Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 55v

Manuscript msA, page 55v

image

prev: 55r next: 56r

Iliad text

4.209 βὰν δ’ ἰέναι καθ’ ὅμιλον· ἀνα στρατὸν εὐρὺν Ἀχαιῶν .image1

4.210 ἀλλ’ ὅτε δή ῥ’ ί̈κανον ὅθι ξανθὸς Μενέλαοςimage1

4.211 βλήμενος ἦν . περὶ δ’ αὐτὸν ἀγηγέραθ’ ὅσσοι ἄριστοιimage1

4.212 κυκλόσ’ , ὁ δ’ ἐν μέσσοισι παρίστατο ἰ̈σόθεος φώς ,image1, 2, 3

4.213 αὐτίκα δ’ ἐκ ζωστῆρος ἀρηρότος εἷλκεν ὀϊστόν·image1, 2

4.214 τοῦ δ’ ἐξελκομένοιο πάλιν· άγεν ὀξέες ὄγκοι·image1, 2

4.215 λῦσε δέ οἱ ζωστῆρα παναίολον . ἠδ`’ ὑπένερθεimage1

4.216 ζῶμά τε καὶ μίτρην , τὴν χαλκῆες κάμον ἄνδρες·image1, 2

4.217 αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθ’ ἔμπεσε πικρὸς ὀϊστός .image1

4.218 αἷμ’ ἐκμυζήσας ἐπ’ ἄρ’ ἤπια φάρμακα εἰδὼςimage1

4.219 πάσσε . τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων ·image1, 2

4.220 Ὄφρα τοὶ , ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον .image1

4.221 τόφρα δ’ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων·image1

4.222 οἳ δ`’ αῦτις κατα τεύχε’ ἔδῠν . μνήσαντο δὲ χάρμης·image1, 2, 3, 4

4.223 Ἔνθ’ οὐκ ὰν βρίζοντα ἴ̈δοις Ἀγαμέμνονα δῖονimage1, 2, 3

4.224 οὐδὲ καταπτώσσοντ’ . οὐδ’ οὐκ ἐθέλοντα μάχεσθαι .image1, 2

4.225 ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν·image1

4.226 ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ·image1, 2

4.227 καὶ τοὺς μὲν θεράπων ἀπάνευθ’ ἔχε φυσιόωνταςimage1

4.228 Εὐρυμέδῶν . υἱὸς Πτολεμαίου Πειραΐδαο ·image1, 2

4.229 τῷ μάλα πολλ`’ ἐπέτελλε παρισχέμεν , ὁππότε κέν μινimage1

4.230 γυῖα λάβῃ κάματος , πολέας διακοιρανέοντα·image1

4.231 αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν·image1

4.232 καί ῥ’ οὓς μὲν σπεύδοντας ἴ̈δοι Δαναῶν ταχυπώλων .image1, 2

4.233 τοὺς μάλα θαρσύνεσκε παριστάμενος , ἐπέεσσιν·image1

Scholia text

msA, 4.368, commenting on 4.211-4.212 ‡ βλήμενος ην· ὑποστικτέον εἰς τὸ ἦν καὶ κυκλόσε ὧν ἡ δευτέρα ἀνυπόώνυμίακριτός ἐστι δια μέσου δὲ ταύτα ⁑image

msA, 4.818, commenting on 4.214 τοῦ δ’ ἐξελκὸμενοιο πάλιν ἅγεν· τὸ πάλιν εἰ μέντοι τοῖς ἡγουμένοις συντάττοιμεν ἔσται τὸ ἅγεν ἀντι τοῦ κατεάχθησαν ὡς νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος · ἤτοι συνεσταλμένης τῆς ἀρχῆς ποιητικῶς ἡ τοῦ ε ἄφηρημένου ἀπὸ τοῦ ἔαγεν . ἐὰν δὲ τοῖς ἑξῆς προσδῶμεν αὐτῷ ἔσται εἰς τοῦ πίσω ἤχθησαν τοῦτ έστιν ὕπέστρεψαν ⁑image

msA, 4.380, commenting on 4.216 ζῶμά τε· ὅτι πάλιν τοῦ ζώματος μνησθεὶς τὸν θώρακα παραλέλοιπεν ⁑image

msA, 4.394, commenting on 4.223 ἔνθ’ οὐκ ἂν ὅτι ἡ διπλῆ ὅτι οὑ προς ὑφεστὼς πρόσωπον ἄλλ αντι τοῦ ιδέ τις ἂνimage

msA, 4.400, commenting on 4.228 Εὐρυμέλων · ὅτι καὶ Ἀγάμεμνονος και Νέστορος ὁμωνυμως ἦν ἡνίοχος Εὐρυμέλων τὸ δε Πειραΐδαο ἐν τεσσαρσι συλλαβαῖς προφέρεται τὴν ευθ τοῦ πατρωνυμικοῦ καὶ οἱ ἄλλοι Τυραννίων δὲ καὶαἱἄλλοι τρισυλλαβως λέγων ὡς ὅτι οὐδὲν πατρωνυμικὸν παρα τῷ ποιητῇ ἔχει προ τέλους διεσταλμένον τὸ ϊ ἀπο ἑτέρου φωνήεντος οἶον Πανθοίδης , Βοηθοίδης Πηλείδης , οὐδ’ ἄρα τοῦτο· ὑπερ δὲ τοῦ τετρασυλλαβως ἀναγινώσκειν ἔχομεν ἑκεῖνο λέγειν ὡς ὅτι ἐντελες ἐστι τὸ κατα διάλυσιν τοῦ ϊ καὶ ὅτι οὐκ έχομεν ἑκεῖνο λέγειν ὡς ὅτι ἐντελές ἐστι τὸ κατα διάλυσιν τοῦ ϊ , καὶ ὅτι οὐκ ἐχομεν τοιοῦτό τι πατρωνυμικὸν ὃ κατα σύλληψιν ἐξηνέχθη τοῦ α καὶ τοῦ ϊ προ τούτου παρα τὸ Πειραιὸς οὖν Πειραΐδης ἐγένετο ⁑image

msA, 4.404, commenting on 4.232 καίρ’ οὒς μὲν σπεύδοντας· ὅτι τὸ εύδοντας οὐχ οἷον ταχύνοντας ἀλλ’ ἐνεργουντας καὶ κακοπαθουντας , σπουδῇ δ’ έζετο λαὸς μετὰ πασης κακοπ ⁑image

msA, 4.385, commenting on 4.219 χείρων· εἷς τῶν Κενταύρων εὑρετὴς ϊατρικῆς καὶ λυρικῆς υἱὸς Κρόνου καὶ φιλύρας ἠ ὡς ἔνιοι Ποσειδωνος ·image

msA, 4.389, commenting on 4.222 χάρμης· χάρμη ἡ μάχη ἤτοι κατ εναντιότητα ἠ ἡ χαρὰν ἐμποιοῦσα τοῖς νικῶσιν ⁑image

msAim, 4.819, commenting on 4.213 Ἀρισταρχ Ϊακως ἕλκεν καὶ αἱ πλείους ⁑image