Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 56r

Manuscript msA, page 56r

image

prev: 55v next: 56v

Iliad text

4.234 Ἀργεῖοι · μή π τι μεθείετε θουριδος ἀλκῆς·image1

4.235 οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζευς ἔσσετ’ ἀρωγός·image1, 2, 3

4.236 ἀλλ’ οἵ περ πρότεροι ὑπερόρκια δηλήσαντο .image1

4.237 τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες έδονται·image1

4.238 ἡμεῖς δ’ αὖτ’ ἀλόχους τε φίλας καὶ νήπια τέκναimage1, 2

4.239 ἄξομεν ἐν νήεσσιν , ἐπὴν πτολίεθρον ἕλωμεν·image1

4.240 Οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο .image1

4.241 τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν·image1

4.242 Ἀργεῖοι ϊόμωροι· ἐλεγχέες· οὔ νῠ σέβεσθε·image1, 2, 3

4.243 τίφθ’ οὕτως ἕστητε , τεθηπότες ἠΰτε νεβροίimage1, 2, 3

4.244 αἵ τ’ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαιimage1, 2

4.245 ἑστᾶσ’· οὐδ’ ἄρα τίς σφι μετὰ φρεσὶ γείνεται ἀλκή·image1, 2, 3

4.246 ὡς ὑμεῖς έστητε , τεθηπότες . οὐδε μάχεσθε·image1, 2

4.247 ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν . ἔνθά τε νῆεςimage1, 2

4.248 εἰρύατ’ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης·image1

4.249 ὄφρα ἴ̈δητ’ . αἴ κ’ ὕμμιν ὑπέρσχῃ χεῖρα Κρονίων ·image1, 2

4.250 Ὡς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν·image1

4.251 ἦλθε δ’ ἐπὶ Κρήτεσσι · κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·image1, 2, 3

4.252 οἱ δ’ ἀμφ’ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο·image1

4.253 Ἰ̈δομενεὺς μὲν ἐνι προμάχοις , συῒ είκελος ἀλκὴν·image1, 2

4.254 Μηριόνης δ’ ἄρα οἱ πυμάτας ὤτρυνε φάλαγγας·image1, 2

4.255 τοὺς δὲ ἰ̈δὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων .image1

4.256 αὐτίκα δ’ Ἰ̈δομενῆα προσηύδα μειλιχίοισιν·image1

4.257 Ἰ̈δομενεῦ · περὶ μέν σε τίω Δαναῶν ταχυπώλωνimage1

4.258 ἠμὲν ἐνὶ πτολέμῳ· ἠδ’ ἀλλοίῳ ἐπὶ ἔργῳ·image1

Scholia text

msA, 4.405, commenting on 4.235 ‡ οὐ γὰρ ἐπὶ ψεύδεσσι , Ἀρίσταρχος ἀναγινώσκει ψευδέσσι ὡς σαφέσσι · τοῦτο γάρ φησι θέλει διδοῦν· οὐ γὰρ τοῖς ψεύσταις Τρωσὶ βοηθεὶ ὁ Ζευς εἰ δὲ τὸ πρᾶγμα ἠβουλόμεθα παραλαβεῖν ψεύδεσσιν ἀνέγνωμεν ὡς βέλεσιν ἵνα ἀπ εὐθείας ἢ ἡ κλίσις . ψεῦδος οὐκ’ ἐρέει . οὕτως δὲ καὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης συγκατατίθεται Ἀριστάρχῳ ὁ μέντοι γε Ἑρμαππίας ἀναγινώσκει ψεύδεσσιν ὡς τείχεσσιν ἐπεὶ οὐδέποτε φησὶν οῖδεν ὁ ποιητὴς ἁπολοῦν τὸ ψευδής , ἐν δε σύνθετώ . φιλοψευδής Ἀψευδής . ἢ οῖδεν ἑτέρως λεγόμενον τὸ ψεῦσταί τ’ ὀρχησταί τε . συνεχῶς δε τὸ ψεῦδος ὦ γέρον οὔτι ψεῦδος . ψεῦδος δ’ οῦκ ερέει ἴ̈σκε ψεύδεα πολλὰ , ταῦτα ὁ Ἡρῳδιανος καὶ μᾶ πιστέον Ἀριστάρχω , ἢ τῷ Ἑρμαππίᾳ εἰ και δοκεῖ , ἀληθεύειν·image

msA, 4.431, commenting on 4.249 αἴ κ’ ὕμμιν· οὕτως τὸ αἴ κ’ ὕμμιν δια τοῦ κ δεῖ σονἀλείφειν ἐστιν γὰρ Ἀιολικῇ ἡ αντωνυμία ⁑image

msA, 4.437, commenting on 4.251 ανά ουλαμὸν ἀνδρῶν· ἀνα τὸν θόρυβον , κατα τὴν συνέλευσιν καὶ ἄθροισιν τῶν ἀνδρῶν· οὑλαμος δὲ τάξις συνεστηκυῖα ἐκ τεσσαράκοντα ἀνδρῶν ⁑image

msA, 4.441, commenting on 4.254 φάλαγγας· τάξεις τῶν στρατιωτῶν εἶπεν ὁ ποιητ ἐπειδὴ τὸ παλιὸν οὐ ξύλοις ἐμάχοντο φάλαγγας δὲ τὰ ξύλα ἑκαλουν οἱ αρχαίοι . ἔτι γοῦν και ἡμεις τὰ ἐκ τῶν ξύλων οἰκοδομήματ φάλαγγας καλοῦμεν ⁑image

msAext, 4.830, commenting on 4.245 γίνεταιimage

msAint, 4.1001, commenting on 4.235 γνωimage

msAint, 4.410, commenting on 4.238 Αρισταρχ χω τοῦ δεimage

msAint, 4.434, commenting on 4.251 οτ ϊδιως εἴρηκεν αντ τοῦ ὡς ἐπι Κριτὰς ⁑image