Manuscript msA, page 56v
| prev: 56r | next: 57r |
4.259 ἢ δ’ ἐν δαιτὶ · ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον1, 2
4.260 Ἀργείων οἱ ἄριστοι ἐνὶ κρητῆρσι κέρωνται·1, 2
4.261 εἴ περ γάρ τ’ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ1
4.262 δαιτρὸν πίνωσιν . σὸν δὲ πλεῖον δέπας αἰεὶ1, 2
4.263 έστηχ’ . ὥς περ ἐμοὶ πιέειν . ὅτε θυμὸς ἀνώγοι·1
4.264 ἀλλ’ ὄρσευ πόλεμον δ’ οἷος πάρος εὔχεαι εἶναι·1
4.265 Τὸν δ’ αῦτ’ Ϊδομενεὺς Κρητῶν ἀγὸς , ἀντίον ηὔδᾱ·1
4.266 Ἀτρείδη · μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος1
4.267 ἔσσομαι . ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα·1
4.268 ἀλλ`’ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς1
4.269 ὄφρα τάχιστα μαχώμεθ’ , ἐπεὶ σύν γ’ ὄρκι’ ἔχευαν1, 2
4.270 Τρῶες , τοῖσιν δ’ αῦ θάνατος καὶ κήδε’ ὀπίσσω1
4.271 ἔσσετ’ . ἐπεὶ πρότεροι ὑπὲρ όρκια δηλήσαντο·1
4.272 Ὡς ἔφατ’ . Ἀτρειδης δὲ παρῴχετο γηθόσυνος κῆρ·1
4.273 ἦλθε δ’ ἐπ’ Αἰάντεσσι · κιὼν ἀνα οὐλαμὸν ἀνδρῶν .1, 2
4.274 τὼ δὲ κορυσσέσθην· ἅμα δὲ νέφος εἵπετο πεζῶν .1, 2, 3
4.275 ὡς δ’ ὅτ’ ἀπο σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ1
4.276 ἐρχόμενον κατα πόντον ὑπο Ζεφύροιο ἰ̈ωῆς·1, 2
4.277 τῷ δέ τ’ ἄνευθεν ἐόντι· μελάντερον· ἠΰτε πίσσα1, 2, 3
4.278 φαίνετ’ ἰ̈ὸν κατὰ πόντον· ἄγει δέ τε λαίλαπα πολλὴν .1
4.279 ῥίγησέν τε ἰ̈δών . ὑπό τε σπέος ἤλασε μῆλα .1, 2
4.280 τοῖαι ἅμ’ Αἰάντεσσι διοτρεφέων αἰζηῶν1
4.281 δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες .1
4.282 κυάνεαι σάκεσσίν τε . καὶ ἔγχεσι πεφρικυῖαι .1, 2, 3, 4
4.283 καὶ τοὺς μὲν γήθησεν ἰ̈δὼν κρείων Ἀγαμέμνων .1
msA, 4.451, commenting on 4.269 ἐπεὶ σύν γ’ ὄρκι’ ἔχευαν· δια τοῦ τὸ σύν γ’ όρκια , οὐ γὰρ συνῆπται ἐπι δε τῶν συνθ αἱ μεταβολαὶ ⁑
msA, 4.453, commenting on 4.273 ἦλθε δ’ ἐπ Αἰάντεσσιν ὅτι ἡ τάξις Ἰδομενέως πλησίων Αἴαντος προς τοὺς ὑποτάσσοντας τοῖς Ἀθηναίοις τὸν Τελαμώνιον ⁑
msA, 4.458, commenting on 4.276 Ζέφυρος · ὅτι ἀπο τοῦ ζόφου πνεῖ . ζόφον δὲ τὴν δύσιν ἔλεγον οἱ ἀρχαῖοι ⁑
msA, 4.465, commenting on 4.279 ῥιγησέν τε ἱδών· κύουσα γὰρ ὅϊς ἐὰν ἔξω ἀκούση βροντῆς ἐκτιτρώσκει ⁑
msAext, 4.1002, commenting on 4.259 δαὶθ’ ὅτε
msAil, 4.834, commenting on 4.274 μεταφορὰ
msAil, 4.835, commenting on 4.282 πεπυκνωμεναι :
msAim, 4.831, commenting on 4.260 Αρισταρχ ἑνικως ἐνι κρητηρι
msAim, 4.832, commenting on 4.277 Ἀρισταρχ ἔοντι :
msAim, 4.833, commenting on 4.282 ἡ ετερα τῶν Ἀρισταρχ βεβρισθυῖαι εῖχεν ⁑