Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 57r

Manuscript msA, page 57r

image

prev: 56v next: 57v

Iliad text

4.284 καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·image1

4.285 Αἴαντ’ . Ἀργείων ἡγήτορε χαλκοχιτώνων·image1, 2

4.286 σφῶϊ μὲν , οὐ γὰρ ἔοικ’ ὀτρυνέμεν , οὔ τι κελεύω·image1, 2

4.287 αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ῖ̈φι μάχεσθαι·image1

4.288 αἲ γὰρ Ζεῦ τε περ . καὶ Ἀθηναίη · καὶ Ἄπολλον ·image1

4.289 τοῖος πᾶσιν θυμὸς ἐνι στήθεσσι γένοιτο·image1, 2

4.290 τῶ κε τάχ’ ημύσειε πόλις Πριάμοιο ἄνακτοςimage1

4.291 χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε·image1

4.292 Ὡς εἰπὼν , τοὺς μὲν λίπεν αὐτοῦ· βῆ δὲ μετ’ ἄλλους·image1

4.293 ἔνθ’ ὅ γε Νέστορ’ ἔτετμε . λιγὺν Πυλίων ἀγορητὴνimage1

4.294 οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι·image1

4.295 ἀμφι μέγαν Πελάγοντα Ἀλάστορά τε , Χρομίον τε·image1, 2

4.296 Αἵμονά τε . κρείοντα· Βίαντά τε ποιμένα λαῶν·image1

4.297 ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφιν .image1

4.298 πεζοὺς δ’ ἐξόπιθεν στῆσεν πολέας τὲ καὶ ἐσθλοὺςimage1

4.299 ἕρκος . έμεν πολέμοιο· κακοὺς δ’ ἐς μέσσον ἔλασσεν·image1, 2

4.300 ὄφρα καὶ οὐκ ἐθέλων τις . ἀναγκαίῃ πολεμίζοι·image1

4.301 ἱππεῦσιν μὲν πρῶτ’ ἐπετέλλετο· τοὺς μὲν ἀνώγειimage1, 2

4.302 σφοὺς ἵππους ἐχέμεν , μηδὲ κλονέεσθαι ὁμίλῳ·image1

4.303 μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς .image1, 2

4.304 οἶος πρόσθ’ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι·image1

4.305 μηδ`’ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε·image1

4.306 ὃς δέ κ’ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερ’ ἅρμαθ’ ἵ̈κηται .image1

4.307 ἔγχει ὀρεξάσθω ἐπει ῆ . πολὺ φέρτερον οὕτω·image1, 2, 3, 4

4.308 ὧδε καὶ οἱ , πρότεροι πόλεας καὶ τείχε’ ἐπόρθεον·image1, 2, 3, 4, 5

Scholia text

msA, 4.469, commenting on 4.285 ἡγήτορε· τοῦτο προτρεπτικῶς . ἠ προμάχοι καὶ ἡγούμενοι τῶν ἄλλων Ἑλλήνων ἐν ταῖς μάχαις ⁑image

msA, 4.470, commenting on 4.286 σφῶϊ μὲν· διαστολὴ ἐπι τὸν μεν ἐπὶ δὲ τὸ ὀτρυνέμεν ἀνυπόκριτος ⁑image

msA, 4.476, commenting on 4.295 ἀμφι μέγαν Πελάγοντα · ὅτι τρίτος οὗτος Χρομίος Πύλιος πρὸς τὰ Πυλαιμένους · οὗτοι δὲ ταξιάρχαι ὑπῆρχον· βασιλεὺς δὲ πάντων τῶν Πυλίων Νέστωρ ⁑image

msA, 4.478, commenting on 4.297-4.299 ἱππῆας μὲν πρῶτα· πρώτους εἰκὸς εἰρῆσθαι τοὺς ἐπι τοῦ δεξιοῦ κέρως ἑστώτας , ὅπιθεν δὲ τοὺς ἐπι τοῦ ἀριστεροῦ ὡς εἰκὸς μεταξὺ τετάχθαι τοὺς δειλούς· οὕτω γὰρ λόγον ἕξει τὸ ὄφρα καὶ οὐκ εθέλν τις ἀναγκαίῃ πολεμίζειν · ἐπὶ γὰρ μετώπου τάσσει τὴν φάλαγγα οὐ κατα βάθους , μεταξὺ δὲ δύο ἀνδρείων ἔνα κακὸν ἔβαλλεν ⁑image

msA, 4.494, commenting on 4.307 πολὺ φέρτερον κατα πολὺ κρεῖττον τοῦτο τὸ ῥῆμα κατα τὴν ἑρμηνείαν αὐτὴν ζητεῖται· καὶ οἱ μὲν φασὶν παραγγέλλειν αὐτὸν ἵνα ὃς ἂν πολεμίου ἅρματος καὶ ἐπὶ τοῦ πλησίον παραγενηται μὴ ἡνιοχείτω διὰ τὸ εἶναι αὐτον ἐν ἀγνοίᾳ τοῦ ήθους τῶν ἵππων δόρατι δὲ μᾶλλον ἀμυνάσθω τοὺς πολεμίους ὁ έστι πολεμείτω ⁑image

msA, 4.489, commenting on 4.307 ‡ ἔγχει ορεξάσθω· ἡ διπλῆ πρὸς τὸ σημαινόμενον ὅτι ἐκ τοῦ ἔγχει ὀρεξάσθω ἐστὶν ἔγχει παταξάτω τις αὐτῶν ὥστε παραλείπει τὸ τίς καὶ τὸ αὐτόν , καὶ τὸ ἐπιλεγόμενον τοῦτο σύν ἵστησιν ἔπειὴ πολὺ φερτερον οὕτω τὸ ἔνα τεθνᾶναι ἠ τὴν όλην τάξιν συγχυθῆναι ⁑image

msA, 4.495, commenting on 4.308 πολέας· ουτ Ἀρισταρχ προ παροξύνει καὶ ἐπι τῶν πολέων τὸ σημαινόμενον ἐκ δέχεται ᾧ συγκατατιθεται καὶ ὁ Ἀσκαλωνίτης λέγων ὅτι καὶ δια τοῦ ε οἶδεν ὁ ποιητὴς τὴν χρῆσιν καὶ δια τοῦ ϊ δια μὲν τοῦ ϊ ἐκ πόλιος δ’ ἄλοχον πολλεών ἐκ πολλίων . δια δε τοῦ ε πόλεως χρυσείην . ἑκατὸν πόλεων· πιθανὸν οὖν ἐστιν ἐκδέξασθαι ἐνθάδε ἐπι τῶν πόλεων τὸ σημαινόμενον ἐπεὶ καὶ τείχεα ἐπιφέρει ⁑image

msAext, 4.840, commenting on 4.307 κρατῆσας ἐπιβη μαχεται μ εξελαῦειν σπουδαζειν οἱ δὲ ουτ ὅς τις δ’ αν φησὶ ἀποεσῃ τοῦ ἰδιου αρματimage

msAext, 4.841, commenting on 4.308 πόλιαςimage

msAil, 4.837, commenting on 4.289 πέσοιimage

msAil, 4.838, commenting on 4.301 γὰρimage

msAil, 4.839, commenting on 4.308 οἱ πάλαιimage

msAim, 4.836, commenting on 4.308 Ηρωδιανος δια τοῦ ε πολεας ⁑image

msAint, 4.479, commenting on 4.297-4.298 διασταλτέον ἐπι τὸ ὄχεσφι κοινὸν γὰρ τὸ στῆσε ⁑image

msAint, 4.486, commenting on 4.303 οτ ἀπέστρεφε τὸν λόγον δια τω ἑξῆς σχηματίσας ὡς ἂν αὐτὸς ὁ Νεστωρ εἴποι ⁑image