Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 57v

Manuscript msA, page 57v

image

prev: 57r next: 58r

Iliad text

4.309 τόνδε νόον καὶ θυμὸν ἐνι στήθεσσιν ἔχοντες .image1

4.310 Ὡς ὁ γέρων ὤτρυνε πάλαι πολέμων εῦ εἰδώς :image1, 2

4.311 καὶ τὸν μὲν γήθησεν ἰ̈δὼν κρείων Ἀγαμέμνων .image1

4.312 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηῦδα ·image1

4.313 ὦ γέρον· εἴθ’ ὡς θυμὸς ἐνι στήθεσσι φίλοισιν .image1

4.314 ὥς τοι γούναθ’ ἕποιτο , βίη δέ τοι ἔμπεδος εἴη·image1

4.315 ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τιςimage1, 2, 3

4.316 ἀνδρῶν ἄλλος ἔχειν· σὺ δὲ κουροτέροισι μετεῖναι·image1

4.317 Τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ ·image1

4.318 Ἀτρείδη · μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸςimage1

4.319 ὡς έμεν . ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκτᾱν .image1, 2, 3

4.320 ἀλλ`’ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν·image1, 2

4.321 εἰ τότε κοῦρος ἔα· νῦν αὖτέ με γῆρας ἱ̈κάνει·image1, 2

4.322 ἀλλὰ καὶ ὡς ἱππεῦσι μετέσσομαι . ἠδὲ κελεύσωimage1

4.323 βουλῇ καὶ μύθοισι . τὸ γὰρ γέρας ἐστὶ γερόντων·image1

4.324 αἰχμὰς δ’ αἰχμάσσουσι νεώτεροι , οἵ περ ἐμεῖοimage1

4.325 ὁπλότεροι γεγάασι , πεποίθασίν τε βίηφι·image1, 2

4.326 Ὡς ἔφατ’· Ἀτρείδης δὲ παρῴχετο γηθόσυνος κῆρ·image1

4.327 εὗρ’ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππονimage1, 2

4.328 ἑσταότ’ , ἀμφὶ δ’ Ἀθηναῖοι μήστωρες ἀϋτῆς·image1

4.329 αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις . Ὀδυσσεύς ·image1, 2

4.330 πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶimage1

4.331 έστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς·image1, 2

4.332 ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγεςimage1

4.333 Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν · οἱ δὲ μένοντεςimage1, 2

Scholia text

msA, 4.499, commenting on 4.310 ‡ ὡς ὁ γερων ὤτρυνε· τοῦτο ὁ ποιητὴς λέγει καθ εαυτὸ οὐ προσεκτέον γὰρ τοῖς μίαν ὁμοιωματικὴν εἴναι διάνοιαν οιομένοις ἐν τοῖς τρισὶ στίχοις ὧδε καί οἱ πρότεροι π τόνδε νόον καὶ θυμὸν ὡς ὁ γέρων ὤτρυνε . οἶον τοῦτον τὸν τρόπον ἐστρατήγουν οἱ παλαιοὶ ὡς ὁ Νέστωρ · πρὸς δὲ τῷ γέλοιον εἶναι τὸ διανόημα· οὐδὲ εἰώθει μετάβασιν τοιαύτην ὁ ποιητὴς ἀπο τῶν προσώπων ποιεῖσθαι ⁑image

msA, 4.506, commenting on 4.315 ὁμοίϊον· ἵστεον ὅτι ὁ ποιητὴς πανταχοῦ τὸ ὁμοίϊον ἐπι τοῦ φαύλου λαμβάνει οἷον ὡς ἐνταῦθα ἀλλά σε γήρας τειρει ὁμοιΐον . καὶ ἀλλ ἥτοι θάνατον μὲν ὁμοίϊον οὐδὲ θεοί περ ἢμι φίλω· ἀνδρὶ δύνανται ἀλαλκέμεν ὁπότ ἂν τελος ἔλθῃ ὁμοίϊον πτολέμοιο·image

msA, 4.510, commenting on 4.319 κατέκταν· Πύλιοι καὶ Ἁρκάδες περὶ γῆς ὅρον ἐπολέμουν περι τὸ καλούμενον ὄρος Ἀγκαὶον · Νεστωρ δὲ μονομαχήσας ἐκ προκλήσεως Ἐρευθαλίωνα τὸν Ἱππομέδοντος ἢ ὡς ἔνιοι Ἀφείδαντος ἀνεῖλεν· καὶ ὑπο χαρᾶς τὸ περιορισθ χωρίον παρεξῆλθεν· ἔτι δὲ σκαρίζοντ τοῦ Ἐρευθαλίωνος ἑφωρμήσαντες τοῖς Πυλίοις συνέβαλον καὶ οὕτως ἐνίκησαν θάψαντες δὲ τὸν Ἐρευθαλίωνα καὶ τοὺς φίλους ἐπέγραψαν τῷ τάφῳ . τόδε τὸ ἐπίγραμμα· ἐνθαδ’ Ἐρευθαλίωνι φίλοις τ’ ἐπι τύμβον ἔθηκαν Ἀρκαδίης βασιλῆες γενος ἔξοχον Ἱ̈ππομέδοντος εἴ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμάσαντο ἱστορεῖ Ἀρίαιθ · κατέκταν δὲ μετα τοῦ ν αἱ Ἀριστάρχου καὶ ἐν ἐκτάσει τοῦ α Δωρικῆ οὖσα ὡς ἔβαν ἐγώ . ἡ γὰρ χρῆσις τοιαύτη ἦν πἀρα Ἀττικοῖς · παρα γὰρ τὸ κτῶ καὶ κτῆμι κινήματα ϊκανὰ ἐξέπιπτεν· δεύτερος μὲν αὐτὸς ἀόριστος οφείλων εἶναι κοινῶς εκτην· γινόμενος δὲ κατα Δωρίδα ἕκταν ὃς ἐν χρήσει ὁρᾶται Ἀττικοῖς . Εὐριππιδ Πλεισθένει · οὐ τὸν σὸν ἔκταν πατέρα πολέμιόν γε μὴν · Αἰσχύλος δὲ Παλαμίδῃ τίνος κατέκτας ἕνεκα παῖδ’ ἐμὸν βλάβης · καὶ ἐν Σεμέλη . ἠ ὑδροφόροις Ζεὺς ὃς κατέκτα τούτου ἐπίσταται ὁ ποιητὴς καὶ τὸ πληθυντικόν· ἡμεῖς ἕρμα πόλιος ἀπέκταμεν καὶ τρίτον πρόσωπον πληθυντικὸν α αο παθητικοῦ κατα συγκοπήν . οὐδε τίς Αἰγίσθου ἀλλ’ έκταθεν ἐν μεγάροισι καὶ μέσον δεύτερον ἀόριστον ἐνεργηται Τεῦκρε πέπον δῆ , νῶϊν ἀπέκτατο πιστος ἑταὶρος ὃ ἀκόλουθον ἀπαρέμφατον τὸ κτᾶσθαί τε πολίτας μετοχαί τε σημαίνουσαι τὸ κτῆμι ἥ τε κτὰς καὶ κτάμενος . ἀπαρέμφατον τὲ τὸ κτάμενι ὑγειῶς ἄρα Ἀρίσταρχος ἔκταν γράφει ὡς έκταν εγώ ⁑image

msA, 4.843, commenting on 4.325 ὁπλότεροι · ὅτι παραλλήλως νεώτεροι μὲν ἀντι τοῦ νέοι ὁπλότεροι δὲ συγκριτικῶς ἀντι τοῦ εμοῦ νεώτεροι . οὐδέποτε γὰρ ἀντι τοῦ νέοι εἴρηκεν τὸ ὁπλότεροι τὸ δὲ νεώτεροι κατ αμφοτέρων τίθεται παρ αυτῷ καὶ συγκριτικῶς καὶ ἀπολελυμένως ⁑image

msA, 4.530, commenting on 4.331 ἕστασαν· οὐ γάρ πω σφιν ἀκούετο , ὅτι τὸ ἀκούετο ἀντι τοῦ ἤκουεν καὶ ὅτι πτῶσις ἤλλακται· οὐ γάρ πω αὐτοῖς ἤκουεν ἀντι τοῦ ἀυτῶν ⁑image

msAim, 4.844, commenting on 4.315 οτ οἱ Γλωσσογράφοι ὁμοίϊον τὸ κακόν :image

msAim, 4.845, commenting on 4.319 ουτ Ἠρωδιανὸς μετα τοῦ ν κατέκταν :image

msAim, 4.846, commenting on 4.321 Ἀρισταρχ γῆρας ὀπάζει ἐπείγει ἐλαύνει ἀπο δε τοῦ κατοπιν ἐσχημάτισται ⁑image

msAim, 4.847, commenting on 4.329 ουτ Ἀρίσταρχ Ϊακῶς ἐστήκει ⁑image

msAim, 4.848, commenting on 4.333 Ἀρίσταρχ χωρὶς τοῦ θ Τρώων ἱπποδάμων · δὲ Αχαιῶν άμεινον ακούειν ἐπ Αχαιούς ⁑image