Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 58r

Manuscript msA, page 58r

image

prev: 57v next: 58v

Iliad text

4.334 έστασαν , ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν ,image1, 2, 3

4.335 Τρώων ὁρμήσειε , καὶ ἄρξειαν πολέμοιο·image1

4.336 τοὺς δὲ ἰ̈δὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·image1

4.337 καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηῦδα ·image1

4.338 ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος·image1, 2

4.339 καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρονimage1, 2, 3, 4

4.340 τίπτε καταπτώσσοντες ἀφέστατε μίμνετε δ’ ἄλλους·image1

4.341 σφῶϊν μέν τ’ ἐπέοικε μετα πρώτοισιν ἐόνταςimage1

4.342 ἑστάμεν . ἠδὲ μάχης καϋστειρῆς ἀντιβολῆσαι·image1

4.343 πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο .image1, 2

4.344 ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζοιμεν Ἀχαιοί ·image1, 2

4.345 ἔνθα φίλ’ ὀπταλέα κρέα έδμεναι . ἠδὲ κύπελλαimage1, 2

4.346 οἴνου πινέμεναι μελιηδέος· ὄφρ’ ἐθέλητον·image1, 2

4.347 νῦν δὲ φίλως χ’ ορόωτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶνimage1

4.348 ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ·image1

4.349 Τὸνδ`’ ἂρ ὑπόδρα ἰ̈δὼν προσέφη πολύμητις Ὀδυσσεύς ·image1

4.350 Ἀτρείδη . ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων·image1, 2

4.351 πῶς δὴ φῂς πολέμοιο μεθειέμεν · ὁππότ’ Ἀχαιοὶimage1

4.352 Τρωσὶν ἐφ’ ἱ̈πποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα ·image1

4.353 ὄψεαι ἢν κ’ ἐθέλῃσθα , καὶ αἴ κέν τοι τὰ μεμήλῃimage1

4.354 Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγένταimage1, 2

4.355 Τρώων ἱ̈πποδάμων· συ δὲ ταῦτ’ ἀνεμώλια βάζεις·image1

4.356 Τὸν δ`’ ἐπὶ μειδήσας προσέφη κρείων Ἀγαμέμνωνimage1

4.357 ὡς γνῶ χωομένοιο· πάλιν δ`’ ὅ γε λάζετο μῦθον·image1, 2

4.358 διογενὲς· Λαερτιάδη · πολυμήχαν’ Ὀδυσσεῦ ·image1

Scholia text

msA, 4.536, commenting on 4.334 ‡ ἔστασαν ὁπποτε πύργος· πύργος τάξις , συνεστηκεν δὲ πυργος ἐκ τ εξήκοντ ανδρῶν ὁ δὲ τρόπος μεταφορά· ⁑image

msA, 4.537, commenting on 4.334-4.335 Τρώων ὁρμήσειε . ὅτι ἡ διπλὴ προς τὸ σχῆμα δι ὅτι ἐλλείπει ἡ επὶ καὶ πτῶσις ενήλακται . ἔστι γὰρ ἀντι τοῦ ὡς ἐπι Τρώας ὀρμήσειεν ὅτι δὲ ἡ κατὰ Ἀρισταρχόν ἔχει καὶ τὸ Ἀχαιῶν ἄμεινον ἀκούειν ἐπ Αχαιοὺς πιθανὸν γὰρ ἐπιμενειν τοὺς Ἕλληνας ἕως ἂν προ ἐπιχειρήσωσιν ἀυτοῖς οἱ βάρβαροι καὶ τρόπον τινὰ δεύτερον μετὰ Πάνδαρον παρασπονδίσωσιν · δι ὃ καὶ μήποτε μεινον ἐν τῇ πολυστίχῳ φέρεται , ἕστασαν ὁππότε κέν τις ἐναντίον ἄλλος ἐπελθὼν Τρώων ὁρμήσειεν καὶ ἄρξειεν πολέμοιο ⁑image

msA, 4.541, commenting on 4.339 κεκασμένε· ἐπι κακοῦ ἐκέκαστο κλεπτοσύνη θ’ ὅρκῳ τ’ε ⁑image

msA, 4.549, commenting on 4.343 πρώτω γὰρ . ὅτι συλληπτικῶς τὸ τῷ Ὀδυσσεῖ συμβεβηκὼς καὶ ἐπι τοῦ Μενεσθέως κεκοινοποίηκεν οὐ γὰρ ὁ Μενεσθεὺς ἐστι τῶν ἑπτὰ γεροντων ἀλλ’’ Ὀδυσσεὺς Διομήδης οὐδε σὺν τῷ Ἀγαμέμνονι εὐωχεῖται· καὶ ὅτι ἀκουάζεσθον εἶπε τροπικῶς ἀντι τοῦ ἐπαισθάνεσθαι· ἐπεὶ ἡ ἀκοὴ εἶδος ἐστιν αἰσθήσεως , καὶ τὸ οὐδε πληγὴς ἀΐοντες , οὐ λέγει δὲ τῆς εμῆς δαιτὸς πρῶτοι ἀκούετε . ἀλλα πρώτοι μου ἀκούετε περὶ δαιτός οὔτως Ἀρίσταρχ λείπειν δὲ φασι τὴν περὶ εθίμως ἵν’ ἦ οἳ περὶ δαιτος πρώτοι εμου μετα λαμβάνεται οὕτως Ἀπολλώ ἐν τῷ περι αντωνυμιῶν ⁑image

msA, 4.552, commenting on 4.345-4.346 ἔνθα φίλ’ οπταλέα· οὗτοι ἐν μεν τοῖς ὑπομνήμασιν . οὐκ αθετοῦνται ἐπαιτιῶνται δὲ αὐτοὺς οἱ ἡμέτεροι ὡς ἀπρεπῶς καὶ παρα τὰ πρόσωπα εἰς κρεάδιον ὀνειδίζοντος τοῦ Ἀγαμέμνονος ⁑image

msA, 4.551, commenting on 4.344 ὁπποτε δαῖτα γέρουσιν· ὡς τὸ γερούσιον αἴθοπα οἶνον · αἰσχρον δὲ τὸ ἐν συμποσίῳ τοῖς ἀρίστοις καταλέγεσθαι ἐν δὲ πολέμῳ τοῖς ἐσχάτοις ⁑image

msA, 4.559, commenting on 4.351-4.353 πῶς δὴ φὴς· ἀμφίβολος ἡ ἀνάγνωσις ήτοι γὰρ εἰς τὸ μεθιέμεν διαστολη· στιγμὴ δὲ τελεία εὶς τὸ Ἄρηα ἢ εἰς τὸ μεθιεμεν τελεία στιγμὴ . ὑπο στιγμὴ δὲ εἰς τὸ Ἄρηα . ὃ καὶ βελτιον ἵνα λέγῃ τότε φανήσεσθαι ἀνδρείως , ὁππότ αν πόλεμος ᾖ ⁑image

msA, 4.558, commenting on 4.350 ἕρκος ὀδόντων· ὁποῖον τοῦτον λόγον ἐτόλμησας τῷ στόματί σου εἰπεῖν· ἕρκος γάρ φησιν τὸ περίφραγμα τῶν ὀδόντων τὰ χείλη περιφραστικῶς ⁑image

msAil, 4.853, commenting on 4.334 τξ ἄνδρες ⁑image

msAil, 4.1003, commenting on 4.339 τὸν Οδimage

msAim, 4.849, commenting on 4.338 τὸν Μενεσθέα :image

msAim, 4.850, commenting on 4.345 λειπ τὸ εστ :image

msAim, 4.851, commenting on 4.346 δασυντέον τὸ μελιἡδε ⁑image

msAim, 4.852, commenting on 4.357 προς τὸ σχημ οτ τῇ γενικῇ ἀντι τῆς αἰτιατικης ⁑image

msAint, 4.542, commenting on 4.339 οτ Ζηνοδ γραφει φαίδιμ Οδ ασυμφώνως δὲ τῇ ἐπιπλήξει φαίδιμ ἂ νὺν λέγοιτο ⁑image