Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 58v

Manuscript msA, page 58v

image

prev: 58r next: 59r

Iliad text

4.359 οὔτέ σε νεικείω περιώσιον , οὔτε κελεύω .image1, 2

4.360 οἶδα γὰρ . ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισινimage1

4.361 ἥπια , δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τ’ ἐγώ περ·image1

4.362 ἀλλ’ ἴθι· ταῦτα δ`’ ὄπισθεν ἀρεσσόμεθ’ . εἴ τι κακὸν νῦνimage1

4.363 εἴρηται· τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν·image1

4.364 Ὡς εἰπὼν , τοὺς μὲν λίπεν αὐτοῦ· βῆ δὲ μετ’ ἄλλους·image1

4.365 εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεαimage1

4.366 ἑσταότ’ . ἔν θ’ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι·image1

4.367 παρ δέ οἱ , ἑστήκει Σθένελος Καπανήϊος υἱός .image1, 2

4.368 καὶ τὸν μὲν νείκεσσεν ἰ̈δὼν κρείων Ἀγαμέμνων ·image1

4.370 ῴ μοι Τυδέος υἱὲ δαΐφρονος , ἱπποδάμοιο .image1

4.371 τί πτώσσεις . τί δ`’ ὀπιπεύεις πολέμοιο γεφύρᾱς·image1

4.372 οὐ μὲν Τυδέϊ γ’ ὧδε φίλον πτωσκαζέμεν ῆεν·image1

4.373 ἀλλὰ πολὺ προ φίλων ἑτάρων δηΐοισι μάχεσθαι·image1

4.374 ὡς φάσαν οἵ μιν ἴ̈δοντο πονεύμενον· οὐ γὰρ ἔγωγεimage1

4.375 ἤντησ’ . οὐδὲ ἴ̈δον· περὶ δ’ ἄλλων φασὶ γενέσθαι·image1

4.376 ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας .image1, 2

4.377 ξεῖνος . ἅμ’ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων .image1, 2

4.378 οἱ δὲ τότ’ ἐστρατόωνθ’ ἱ̈ερὰ πρὸς τείχεα Θήβης ·image1, 2

4.379 καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους .image1

4.380 οἱ δ’ ἔθελον δόμεναι· καὶ ἐπῄνεον ὡς ἐκέλευον .image1

4.381 ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων·image1

4.382 οἱ δ’ ἐπεὶ οὖν ᾤχοντο· ἰ̈δὲ πρὸ ὁδοῦ ἐγένοντο .image1

4.383 Ἀσωπὸν δ’ ἵ̈κοντο βαθύσχοινον λεχεποίην ,image1, 2

4.384 ἔνθ’ αὖτ’ ἀγγελίην ἐπὶ Τυδῆ . στεῖλαν Ἀχαιοί .image1, 2, 3, 4

Scholia text

msA, 4.578, commenting on 4.376 ἄτερ πολέμου· Οἱδίπους ἀποβαλων Ϊοκαστην ἐπέγημεν Ἄστυμέδουσαν , ἥτις διεβαλε τοὺς προγόνους ὡς πειράσαντας αὐτήν· ἀγανακτήσας δὲ ἐκεῖνος ἐπειράσατο αὐτοῖς δι αἵματος παραλαβεῖν τὴν χώραν καὶ παρέδωκε τὴν βασιλείαν αὑτοῖς . Ἐτεοκλῆς δὲ ὁ υσ αὐτοῦ ἐξεβαλε Πολυνείκην τὸν αδε αὐτοῦ ὡς πρεσβύτερον παραγενόμενος δὲ ουτ εἰς Ἄργος εὗρε Τυδέα φυγάδα βοηθῶν γὰρ κακεῖνος τῳ πρι τον ἐναντιούμενον ἀποκτείνας ἀνεψιὸν ἔφυγεν Ἅδραστος δὲ θεάσαμενος αὐτοὺς ἠμφιεσμένους θηρῶν δορας Τυδέα μὲν συὸς Πολυνείκην δὲ λέοντος συνέβαλε τὸν χρησμόν . ἦν γὰρ αὐτῷ δεδομενον κάπρῳ καὶ λέοντι ζεῦξαι τας θυγατέρας . δίδωσι Τυδεῖ μὲν Διϊπύλην · Ἀργείαν δὲ , Πολυνείκει · πέμψαι δὲ εῖς Μυκήνας συμμαχίαν ἤτει ἐπι Θηβαίους · Θυέστης μὲν προ θύμως εδίδου . σημεία δὲ αὐτὸν ἐκώλυσε φαῦλα επελθόντες οὖν ἐν ταῖς Θήβαις , οἱ γὰρ Ἀργεῖοι πέμπουσι πρεσβευτην Τυδέα . ὃς κατα λαβων γυμνικὸν ἀγῶνα καὶ συμμαχούσης Ἀθηνας νικᾶ τὰ πάντα ὑποστρέφων δὲ πεντήκοντ νεανιας ἐνεδρεύοντας αὐτον . συλλαβὼν ἀναιρεῖ ⁑image

msA, 4.582, commenting on 4.378 προς τείχεα Θήβης · Θῆβαι εἰσὶν αἱ πᾶσαι τρεῖς ὧν μέμνηται ὁ ποιητ καὶ μία μὲν ὧν ποιεῖται νῦν λόγον Ὑποπλάκιοι ὧν μέμνηται ἐν τῇ καὶ τῇ καὶ αἱ Αἰγύπτιοι περὶ ὧν φησὶν ἐν τῇ ⁑image

msAil, 4.856, commenting on 4.359 περιττον υπερεχ περισσῶς :image

msAil, 4.857, commenting on 4.384 τὸ ἐπὶ περιττονimage

msAim, 4.854, commenting on 4.367 ουτ εστήκει Ϊακως Ἀρίσταρχοςimage

msAim, 4.855, commenting on 4.384 οτ ἀντι τοῦ ἄγγελον ⁑image

msAint, 4.592, commenting on 4.384 πλησιασαντες τοῖς Θηβαίοις οἱ Ἀχαιοὶ ἔπεμψαν τὸν Τυδ πρὸς αὐτοὺς ἐντευξόμενον δηλον ὅτι αὐτοις τοῖς Θηβαίοις περι ὡν ενόμιζον ἐγκαλεῖ οἱ Αχαιοι ⁑image