Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 59r

Manuscript msA, page 59r

image

prev: 58v next: 59v

Iliad text

4.385 αὐτὰρ ὃ βῆ , πολέας δὲ κιχήσατο Καδμείωναςimage1

4.386 δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης ·image1

4.387 ἔνθ’ οὐδὲ ξεῖνός περ ἐὼν ἱ̈ππηλάτα Τυδεὺςimage1

4.388 τάρβει μοῦνος ἐὼν πολέσιν μετα Καδμείοισιν ·image1

4.389 ἀλλ’ ὅ γ’ ἀεθλεύειν προκαλίζετο· πάντα δ’ ἐνίκαimage1

4.390 ῥηϊδίως , τοίη οἱ ἐπίρροθος ῆεν Ἀθήνη ·image1, 2

4.391 οἱ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵ̈ππωνimage1

4.392 ὰψ ἀναερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντεςimage1

4.393 κούρους πεντήκοντα . δύω δ’ ἡγήτορες ἦσαν·image1

4.394 Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν .image1, 2, 3

4.395 υἱός τ’ Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης ·image1, 2

4.396 Τυδεὺς μὲν καὶ τοῖσιν , ἀεικέα πότμον ἐφἧκε·image1

4.397 πάντας ἔπεφν’ , ἕνα δ’ οἶον ἵ̈ει οἶκον δὲ νέεσθαι·image1

4.398 Μαίον’ ἀρα προέηκε θεῶν τεράεσσι πιθήσας·image1

4.399 τοῖος ἔην Τυδεὺς Αἰτώλιος · ἀλλὰ τὸν υἱὸνimage1

4.400 γείνατο εἷο χέρεια μάχῃ· ἀγορῇ δέ τ’ ἀμείνων·image1, 2, 3, 4

4.401 Ὡς φάτο . τὸνδ’ οὔ τι προσέφη κρατερὸς Διομήδηςimage1

4.402 αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο·image1

4.403 τὸνδ’ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο·image1, 2

4.404 Ἀτρείδη · μὴ ψεύδε’ ἐπιστάμενος σάφα εἰπεῖν·image1, 2

4.405 ἡμεῖς τοι πατέρων μέγ’ ἀμείνονες εὐχόμεθ’ εἶναι·image1, 2, 3

4.406 ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιοimage1

4.407 παυρότερον λαὸν ἀγαγόνθ’ ὑπὸ τεῖχος ἄρειον·image1, 2, 3

4.408 πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ·image1

4.409 κεῖνοι δὲ , σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο·image1

Scholia text

msA, 4.858, commenting on 4.400 ἀγορῄ δέ τ’ ἀμείνω· Ἀντίμαχος φησὶ παρὰ συφόρβοις ἀνα τετραφθαι Τυδέα , Εὐριπιδ · οὐκ ἐν λόγοις ἢν δεινος ἀλλ’ ἐν ἀσπίδι πιθανῶς δὲ προφυλαξάμενος ἀγορητὴν αὐτὸν φησὶν ἵνα προς τὴν ἀπολογίαν ὀκνήση· διὸ οὐδὲν προσφθέγγεται ὁ Διομήδης ⁑image

msA, 4.859, commenting on 4.405 πεφραστικως τοῦ Ετεοκλεους ⁑image

msA, 4.616, commenting on 4.405 ἡμεῖς τοι πρων · περι ἑαυτοῦ λέγει Σθένελος καὶ Διομήδης . οὗτοι γὰρ ἔκγονοι τῶν Ἐπιγόνων ἐστρατεύκεισαν ἐπὶ Ί̈λιον · Ἐπίγονοι δὲ ἐκλήθησαν τῶν ἐπι Θήβας στρατευσαμενων οἱ παῖδες ⁑image

msAext, 4.865, commenting on 4.400 ἀμείνω·image

msAil, 4.864, commenting on 4.403 ὁ Σθένελοςimage

msAim, 4.861, commenting on 4.395 γράφεται Λυκοφοντηςimage

msAim, 4.862, commenting on 4.400 συν τῷ ν ἀμείνων Ἀρισταρχος ἵνα καθ εαυτὸ λέγηται ἐκπληκτικῶς ελλειπ δὲ τὸ ἐστιν ρημα ⁑image

msAim, 4.863, commenting on 4.404 τὸ πλῆρες εστ μὴ ψεύδεο ἀρκεῖ οὖν ἡ οξεῖα ⁑image

msAint, 4.602, commenting on 4.394 ουτ Μαίων βαρυτόνως εἰς ἀποφυγην τοῦ εθνικου ⁑image