Manuscript msA, page 59v
| prev: 59r | next: 60r |
4.410 τῶ μή μοι πατέρας πόθ’ ὁμοίῃ ἔνθεο τιμῇ·1, 2
4.411 Τὸν δ`’ ἂρ ὑπόδρα ἰ̈δὼν προσέφη κρατερὸς Διομήδης .1
4.412 τέττα σιωπῇ ἧσο . ἐμῷ δ’ ἐπιπείθεο μύθῳ·1, 2, 3, 4
4.413 οὐ γὰρ ἐγὼ , νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν1, 2
4.414 ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς ·1
4.415 τούτῳ μὲν γὰρ κῦδος ἅμ’ ἕψεται , εἴ κεν Ἀχαιοὶ1
4.416 Τρῶας δῃώσωσιν· ἕλωσί τε Ἴ̈λιον ἱ̈ρὴν ·1, 2
4.417 τούτῳ δ’ αὖ , μέγα πένθος Ἀχαιῶν δῃωθέντων .1
4.418 ἀλλά γε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς·1
4.419 ῆ ῥα· καὶ ἐξ ὀχέων συν τεύχεσιν ἆλτο χαμᾶζε·1
4.420 δεινὸν δ’ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος1
4.421 ὀρνυμένου· ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν·1, 2
4.422 Ὡς δ’ ὅτ’ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης1
4.423 ὄρνυτ’ ἐπασσύτερον , Ζεφύρου ὑπὸ κινήσαντος·1, 2
4.424 πόντῳ μέν τε πρῶτα κορύσσεται· αὐτὰρ ἔπειτα1, 2
4.425 χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει· ἀμφι δέ τ’ ἄκρας1
4.426 κυρτὸν , ἐὸν κορυφοῦται· ἀποπτύει δ’ ἁλὸς ἄχνην .1, 2, 3
4.427 ὡς τότ’ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες1
4.428 νωλεμέως πόλεμον δέ· κέλευε δὲ οἷσιν ἕκαστος1
4.429 ἡγεμόνων· οἱ δ’ ἄλλοι ἀκὴν ΐσαν· οὐδέ κε φαίης1, 2
4.430 τόσσον λαὸν ἕπεσθαι ἔχοντ’ ἐν στήθεσιν αὐδήν·1
4.431 σιγῇ δειδιότες σημάντορας· ἀμφι δε πᾶσι1
4.432 τεύχεα ποικίλ’ ἔλαμπε , τὰ εἱμένοι ἐστιχόωντο·1
4.433 Τρῶες δ`· ὥς τ’ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ1, 2, 3
4.434 μυρίαι· ἑστήκωσιν ἀμελγόμεναι γάλα λευκὸν .1
msA, 4.639, commenting on 4.421 ὀρνυμένου , τοῖς ἄνω προσδότεον τὸ ὀρνυμενου καὶ στικτέον προ αὐτοῦ τελείαι δύναται δὲ καὶ τοῖς ἑξῆς προσδιδόναι τις αὐτῷ τελείας στιγμης προ αυτου οὔσης . ἵν , ᾖ ὁ λόγος ὁρμῶντος αὐτοῦ καὶ τὸν ἀνδρεῖον φόβος κατέλαβεν ⁑
msA, 4.631, commenting on 4.412 ᾗσο· οὐκ έπρεπεν αὐτὸν εἰσ πόλεμον προ ερχόμενον καθέζεσθαι· βέλτιον οὖν λέγειν τὸ μετα σιωπῆς ἔσο ⁑
msA, 4.642, commenting on 4.423 ‡ Ζεφύρου ὑπο κινήσαντος· Πτολεμαῖος ὁ του Ἀριστονίκου καὶ Νικιας καὶ Τυραννίων ἀναστρέφουσιν· οἱ δὲ ἄλλοι παρέλκειν φασὶ τὴν προθεσιν ἔνθεν καὶ φυλάσσεται ὁ τὸνος ὁμοιως τῷ έσκεν ὑφ ἡνίοχος Ποσειδάωνος ὑποδμώς ⁑
msA, 4.866, commenting on 4.429 ἡγεμόνων· ἡ διπλῆ ὅτι ὡς πρὸς ὑποκείμενον πρόσωπον λέγει οὐδέ κε φαίης ἀντὶ τοῦ οὐδὲ φαίη τίς ἂν . τὸ δὲ εξης εστιν οἱ δ’ ἄλλοι ἀκ ἴσαν σημάντορας δεδιότες τὰ δὲ ἄλλα δια μέσου ⁑
msA, 4.646, commenting on 4.426 ἀποπτύει δ’ ἁλὸς ἄχνην· πτύελον γὰρ τῆς θαλάσσης ἐστὶν ὁ ἀφρος ὃν ἐρευγομενη ἐκχεῖ· ἄλλοι δὲ καὶ φύκιον φασίν ⁑
msA, 4.652, commenting on 4.433 πολυπαμονος· πάματα καλεῖται παρὰ Δωριεῦσι τὰ κτήματα καὶ πάσασθαι τὸ κτήσασθαι ἐκτεινομενου τοῦ α ⁑
msAext, 4.870, commenting on 4.413 νεμεσῶ . δοτ
msAil, 4.869, commenting on 4.433 πολυκτήμονος :
msAim, 4.867, commenting on 4.412 δασυντέον τὸ ἧσο ⁑
msAim, 4.868, commenting on 4.426 Ἀρισταρχ δια τοῦ ϊ ϊόν :
msAint, 4.636, commenting on 4.416 οτ θηλυκως τὴν Ἴλιον :