Manuscript msA, page 60r
| prev: 59v | next: 60v |
4.435 ἀζηχὲς μεμακυῖαι· ἀκούουσαι ὄπα ἀρνῶν·1, 2
4.436 ὡς Τρώων ἀλαλητὸς ἀνα στρατὸν εὐρὺν ὀρώρει·1
4.437 οὐ γαρ δὴ πάντων ῆεν , ὁμὸς θρόος οὐδ’ ἴ̈α γῆρυς·1
4.438 ἀλλὰ γλῶσσ’ ἐμέμικτο , πολύκλητοι δ’ ἔσαν ἄνδρες·1
4.439 ὦρσε δὲ τοὺς μὲν Ἄρης · τοὺς δὲ γλαυκῶπις Ἀθήνη ·1
4.440 Δεῖμός τ’· ἠδὲ Φόβος . καὶ Ἔρις ἄμοτον μεμαυῖα1, 2
4.441 Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε·1
4.442 ἥ τ’ ὀλίγη μὲν πρῶτα κορύσσεται· αὐτὰρ ἔπειτα1
4.443 οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει·1
4.444 ἥ σφιν , καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ1
4.445 ἐρχομένη καθ ὅμῑλον· ὀφέλλουσα στόνον ἀνδρῶν·1
4.446 Οἱ δ’ ὅτε δή ῥ’ ἐς χῶρον ἕνα ξυνιόντες ΐκοντο .1
4.447 σύν ρ’ ἔβαλον ῥινοὺς· σὺν δ’ ἔγχεα καὶ μένε’ ἀνδρῶν1
4.448 χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι1, 2
4.449 ἔπληντ’ ἀλλήληισι· πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει·1, 2
4.450 ἔνθα δ`’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν .1
4.451 ὀλλύντων τὲ καὶ ὀλλυμένων . ῥέε δ’ αἵματι γαῖα·1, 2
4.452 ὡς δ’ ὅτε χείμαρροι ποταμοὶ κατ’ ὄρεσφι , ῥέοντες·1, 2
4.453 ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ1, 2
4.454 κρουνῶν ἐκ μεγάλων , κοίλης ἔντοσθε χαράδρης·1, 2
4.455 τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμὴν·1
4.456 ὡς τῶν μισγομένων γένετο ἰ̈αχή τε φόβος τε·1, 2, 3
4.457 Πρῶτος δ’ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν1, 2, 3
4.458 ἐσθλὸν ἐνὶ προμάχοισι· Θαλυσιάδην Ἐχέπωλον ·1, 2, 3
4.459 τόν ῥ’ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης·1
msA, 4.656, commenting on 4.439-4.440 ὦρσε δὲ τοὺς μὲν Ἄρης · αἱ διπλαὶ ὅτι δια μέσου τῶν Τρωϊκῶν θεῶν τέταχε τὴν Ἀθηνᾶν καὶ ὅτι Δεῖμος καὶ Φόβος Ἄρεος υἱοί· πλανηθεὶς δὲ Ἀντίμαχος ἵππων Ἄρεος ὀνόματα ἀποδέδωκεν Δειμός τ’ ἠδὲ Φόβος πόδας αἰνέτω υἷε θυέλλης ⁑
msA, 4.661, commenting on 4.440 ἄμοτον· ἀπλήρωτον ἀφ οὗ καὶ μότα τὰ ἐπιθέματα τοῖς κοίλοις τραύμασιν ὀθόνια πρὸς ἀναπλήρωσιν τῆς σαρκος ⁑
msA, 4.667, commenting on 4.448 χαλκεοθωρήκων· ὅτι ἐξ επαναλήψεως λέγει ἀτὰρ ἀσπίδες· προ εἴρηκεν γὰρ σύν ῤ ἔβαλον ῥινούς ⁑
msA, 4.670, commenting on 4.449 ὀρυμαγδός ὀρυμαγδος ἐστι πολεμου ῆχος ἔχων κτύπον ὄπλων· στρατιωτων ἀλαλαγμόν ἡγητόρων παράκλησιν εὐχὴν ἀγωνιώντων· οἱμωγην ἀπολλυμενων θρῆνον ἐπι πεπτωκόσιν· ἔστιν οὖν ὀρυγμαγδος ἔνθα όρνυται όμαδος ⁑
msA, 4.676, commenting on 4.452 χείμαρροι· Πτολεμαῖος ὁ Ἀσκαλωνίτης παροξύνει ἐπεὶ τὸ ενικον ἐστι χειμάρρους · Νικίας δὲ ὡς εὔζωνοι καὶ μήποτε πιθανώτερον ἵνα ἐκ του χειμάρροος ᾖ γεγονὸς εἶ γε μᾶλλον ἐντελέστερον· οἱ δὲ τὸ ἑνικον ἐν τῇ συνθέσει ἤπερ τὸ συνειλημμενον ὅσσους Ἑλλήσποντος ἀγάρροος στήῃ ἐπ’ ὠκυρρόῳ ποταμῷ ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀψορρόου Ὠκεανοῖο σπανίως δὲ τὸ έτερον χειμάρρους κατ ὄρεσφιν ὄπαξεν ποταμῷ πληθοντι εοικως χειμάρρω · τὸ μέντοι γε ἁπλοῦν ἀεὶ ἐντελῶς ἀποφαίνεται ῥόος ὤθει δ’ ἐν σάκεϊ πίπτον ῥόος ⁑
msA, 4.681, commenting on 4.454 χαράδρης· τῆς ἐγχαράξεως τοῦ ἐδάφους τῆς γιγνομένης ἀπο τῶν καταφερομένων ὀμβρίων ὑδάτων· εἴρηται δὲ ἀπὸ τοῦ οἱονεὶ ἐγκεχαράχθαι τῇ φορᾷ τοῦ ὕδατος ⁑
msA, 4.687, commenting on 4.457 πρῶτος δ’ Ἀντίλοχος · ὅτι οὐ κατα τὸ ἐσθλὸν πρῶτον Ἀντίλοχον ἀναιροῦντα παράγει ἄλλ ὅτι τάχιστον αὐτὸν παρασυνίστησι δια τῶν ἄλλων καὶ εὐκίνητον·
msA, 4.691, commenting on 4.458 ἐσθλὸν ἐνι προμάχοισι· κύριον τὸ δεύτερον . ἐπιθετικῶς γὰρ ὅτε φησὶ ταχύπωλον λέγει καὶ ἐλαιοπώλους · καὶ πατρωνυμικοῖς ἀντι κυρίων οὐ χρᾶται ὅτι μὴ ἐπὶ τοῦ καὶ Αργεάδην πολύμηλον · πῶς οὐ κ’ Αἴας πρῶτος ἠ Διομήδης ἀριστεύει· καὶ φασίν· ὅτι Πύλιοι πρῶτοι συνέρρηξαν· ἄλλοι δὲ . ὅτι ἐπεὶ ὁ Ἀντίλοχος ἄλκιμος καὶ ταχὺς ὑπόκειται . εἰκότως καὶ φονεύει πρῶτος . ἐμοὶ δὲ δοκεῖ ἀπ ελάσσονος ἦρχθαι τὸν ποιητην τὸ τῆς τύχης αἰνισσόμενον κράτος ⁑
msAim, 4.872, commenting on 4.435 μηκώμεναι
msAim, 4.873, commenting on 4.456 Ἀρισταρχ ιαχη τε πόνος τε οὐ γὰρ γέγονε πω φυγη ⁑
msAim, 4.874, commenting on 4.457 συναπτέον κόρυς τὴν εσθλον ἵν ῆ τὰ ἑξης
msAint, 4.673, commenting on 4.451 οτ πρὸς τὸ δεύτερον πρωτ ἀπηντηκεν ἡ γὰρ εὐχωλὴ τω ὀλλύντω ⁑
msAint, 4.678, commenting on 4.453 τὸ ἄγγος εἰς ὃ μιγνυνται οἱ ποταμοί ⁑
msAint, 4.684, commenting on 4.456 οτ τὴν μετ δέους φυγην φόβον εἰρηκεν ⁑
msAint, 4.690, commenting on 4.458 οτ ἀδηλον ποτερον κύριον ὁ Θαλυσιάδης ἥ ὁ Ἐχεπωλος ⁑