Manuscript msA, page 60v
| prev: 60r | next: 61r |
4.460 ἐν δὲ μετώπῳ πῆξε· πέρησε δ’ ὰρ ὀστέον εἴσω1
4.461 αἰχμὴ χαλκείη . τὸν δὲ σκότος ὄσσε κάλυψεν·1
4.462 ἤριπε δ’ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ·1
4.463 τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ1, 2
4.464 Χαλκωδοντιάδης , μεγαθύμων ἀρχὸς Ἀβάντων ·1
4.465 ἕλκε δ’ ὑπ’ ἐκ βελέων . λελιημένος ὄφρα τάχιστα1
4.466 τεύχεα συλήσειε . μίνυνθα δέ οἱ γένεθ’ ὁρμή·1
4.467 νεκρὸν γάρ ῤ ἐρύοντα ἰ̈δὼν μεγάθυμος Ἀγήνωρ .1
4.468 πλευρά ; τά οἱ κύψαντι παρ’ ἀσπίδος ἐξεφαάνθη1, 2
4.469 οὔτησε ξυστῷ χαλκήρεϊ , λῦσε δὲ γυῖα·1
4.470 ὡς τὸν μὲν λίπε θυμὸς . ἐπ’ αὐτῷ δ’ ἔργον ἐτύχθη1
4.471 ἀργαλέον Τρώων καὶ Ἀχαιῶν · οἱ δὲ λύκοι ὣς1
4.472 ἀλλήλοις ἐπόρουσαν . ἀνὴρ δ’ ἄνδρ’ ἐδνοπάλιζεν·1, 2
4.473 Ἔνθ’ ἔβαλ’ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας .1
4.474 ἠΐθεον· θαλερὸν· Σιμοείσιον · ὅν ποτε μήτηρ1
4.475 Ἴδηθεν κατιοῦσα παρ’ ὄχθῃσιν Σιμόεντος1, 2
4.476 γείνατ’ . ἐπεί ῥα τοκεῦσιν ἅμ’ έσπετο μῆλα ἰ̈δέσθαι·1
4.477 τούνεκά μιν κάλεον Σιμοείσιον · οὐδὲ τοκεῦσι1
4.478 θρέπτρα φίλοις ἀπέδωκε· μινυνθάδιος δέ οἱ αἰὼν1, 2
4.479 ἔπλεθ’ . ὑπ’ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι·1
4.480 πρῶτον γάρ μιν ἰ̈όντα βάλε στῆθος , παρα μαζὸν1
4.481 δεξιὸν· ἀντικρὺ δὲ δι’ ὤμου χάλκεον ἔγχος1
4.482 ἦλθεν· ὁ δ’ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος , ὣς .1
4.483 ἥ ῥά τ’ ἐν , εἱαμενῇ ἔλεος μεγάλοιο πεφύκει1, 2, 3
4.484 λείη· ἀτάρ τέ οἱ ὄζοι ἐπ ακροτάτῃ πεφύᾱσι·1, 2
4.485 τὴν μέν θ’ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ1
msA, 4.697, commenting on 4.463 ‡ τὸν δὲ πεσόντα· ὅτι ἀπο τῆς πληγῆς πέπτωκε τοὺς γὰρ πόδας τοῖς πολεμίοις δέδωκεν ⁑
msA, 4.698, commenting on 4.465-4.466 ἔλκε δ’ ὑπ εκ βελέων· διαστολῆ βραχεῖα βελεών· τἄλλα δὲ συναπτέον λελιημενος ὄφρα τάχιστα ⁑
msA, 4.709, commenting on 4.475 Ἴ̈δηθεν · Ἴδη ἐστιν ὄρος ὑψηλότατον Τροίας , ἔστι δὲ καὶ ἑτέρα Ἴδη τῆς Κρήτης ἀπο Ἴδης τῆς τὸν Δια θρεψάσης νύμφης· Δίδυμος δὲ πάντα τὰ ὄρη ἴδας λέγει ἀπο τοῦ δύνασθαι ἀπ αυτῶν πάντα καθορᾶν ⁑
msA, 4.712, commenting on 4.478 θρέπτρα φίλοις· ὅτι Ζηνόδοτος γραφ χωρὶς τοῦ ρ λέγεται δὲ θρέπτα τὰ τεθραμμένα · θρεπτρα δὲ σὺν τῷ ρ τὰ θρεπτήρια ὥσπερ λύτρα τὰ λυτήρια ⁑
msA, 4.718, commenting on 4.483 ἐν εἱαμενῇ· ἐν καθύδρῳ καὶ βοτανώδει τόπω· ὡνομάσθη δὲ ἀπο τῆς ἐγέρσεως αὐτων καὶ ἀναδόσεως , παρα τὴν ἔσιν· ἠ ρεῖαμενή τις οῦσα ὁ καταρρεόμενος τόπος κατὰ ἀφαίρεσιν τοῦ ρ ἤ γέγονεν ἀπὸ τοῦ ημέη ὁ ὁμαλὸς τόπος ὡς δεξάμενος δεξαμενη · ἀκεσσάμενος ἀκεσσαμενή · εἶτα κατα διάλυσιν τοῦ η εἰς ε καὶ α εαμενή ὡς ήλω εάλω ήγη εάγη καὶ κατ πλεονασμον τοῦ ϊ ϊαμενη ἐστιν δὲ λέγει τὴν ἀνάδοσιν τῶν φυγῶν ⁑
msAil, 4.877, commenting on 4.484 ποώδη τόπω
msAim, 4.875, commenting on 4.468 τὸ ἑξῆς πλευρὰ οὔτησε τα δε λοιπ δια μέσου ⁑
msAim, 4.876, commenting on 4.483 τὸ εἱαμενὴ δασυντεον ἀπο τῆς έσεως :