Manuscript msA, page 61r
| prev: 60v | next: 61v |
4.486 ἐξέταμ’ , ὄφρα ΐτυν κάμψῃ περικαλλέϊ διφρῳ·1
4.487 ἡ μέν τ’ , ἀζομένη κεῖται ποταμοῖο , παρ’ ὄχθας·1, 2
4.488 τοῖον ὰρ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν1
4.489 Αἴας διογενής· τοῦ δ’ Ἄντιφος αἰολοθώρηξ1
4.490 Πριαμίδης καθ’ ὅμῑλον ἀκόντισεν , ὀξέϊ δουρί·1, 2
4.491 τοῦ μὲν ἅμαρθ’ , ὁ δὲ Λεῦκον . Ὀδυσσέος ἐσθλὸν ἑταῖρον1, 2
4.492 βεβλήκει βουβῶνα· νέκυν ἑτέρωσ’ ἐρύοντα·1, 2
4.493 ἤριπε δ’ ἀμφ’ αὐτῷ· νεκρὸς δέ οἱ ἔκπεσε χειρός·1
4.494 τοῦ δ’ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη·1
4.495 βῆ δὲ διὰ προμάχων . κεκορυθμένος αἴθοπι χαλκῷ·1
4.496 στῆ δὲ μάλ’ ἐγγὺς ἰ̈ὼν . καὶ ἀκόντισε δουρὶ φαεινῷ1
4.497 ἀμφὶ ἓ παπτήνᾱς , ὑπο δὲ Τρῶες κεκάδοντο1, 2, 3
4.498 ἀνδρὸς ἀκοντίσσαντος , ὁ δ’ οὐχ ἅλιον βέλος ἧκεν·1
4.499 ἀλλ’ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα .1, 2
4.501 τόν ρ’ Ὀδυσεὺς . ἑτάροιο χολωσάμενος . βάλε δουρὶ1
4.502 κόρσην· ἡ δ`’ ἑτέροιο δια κροτάφοιο πέρησεν1, 2
4.503 αἰχμὴ χαλκείη . τὸν δὲ σκότος ὄσσ’ ἐκάλυψε·1, 2
4.504 δούπησεν δὲ πεσὼν· ἀράβησε δὲ τεύχε’ ἐπ αυτῷ .1
4.505 χώρησαν δ`’ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ ·1
4.506 Ἀργεῖοι δὲ μέγ ἰ̈άχον· ἐρύσαντο δὲ νεκρούς·1
4.507 ἴ̈θυσαν δὲ πολὺ προτέρω· νεμέσησε δ’ Ἀπόλλων1
4.508 Περγάμου ἐκκατιδών . Τρώεσσι δὲ κέκλετ’ ἀΰσας·1, 2
4.509 ὄρνυσθ’ ἱ̈ππόδαμοι Τρῶες , μὴδ’ είκετε χάρμης1
4.510 Ἀργείοις . ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος .1
4.511 χαλκὸν ἀνασχέσθαι τὰμεσίχροα βαλλομένοισιν·1, 2
msA, 4.733, commenting on 4.497 ἀμφι ε παπτήνας . δασυντεον τὸ ε καὶ ορθοτονητέον μεταλάμβανεται γὰρ εἰς σύνθετον ⁑
msA, 4.737, commenting on 4.499 ‡ νόθον· τὸν οὐ γνήσιον ὑν ἀλλ’ εκ παλλακίδος ὄντα· αἱ γὰρ παιδοποιΐαι παρα τῷ ποιητῇ λέγονται τετραχῶς· ὁ μὲν γνησιος ὁ δὲ νόθος καλεῖται παῖς καὶ ἄλλος σκότιος καὶ ἄλλος παρθενιος . γνησιος οῦν μὲν καλεῖται . ὁ ἐκ νομίμων γάμων . νόθος δὲ ὁ ἐκ παλλακῆς· καὶ φησὶν εἰν ἑνὶ δίφρῳ ἐόντε νόθον καὶ γνήσιον ἄμφω , σκότιος δὲ ὁ ἐκ λαθραιας μίξεως οἷον σκότιον δὲ γείνατ μηρ · παρθενιος δὲ ὁ ἐκ τῆς παρθενοῦ ἔτι νομιζομενης γεννώμενος ὡς τὸ παρθενιος τὸν ετικτε χωρῶ καλὴ Πολυμήλη · γίνεται δὲ νόθος νόθιος καὶ ἐν ὑπερθέσει ὀθνεῖος ⁑
msA, 4.742, commenting on 4.500 παρ’ ἵππων ὠκειάων· ἐξ εκείνου τοῦ τόπου ἐν ᾧ ἵπποι ἐγεννῶντο ταχεῖς· εἶπεν δὲ ὅτι εκεῖ ἐτρέφοντο καὶ οἱ ἵπποι τοῦ Πριάμου ⁑
msA, 4.744, commenting on 4.502 κόρσην· τὸν κρόταφον· ἐπι κόρσης γὰρ λέγουσιν οἱ Αττικοὶ τὴν γνάθον . καὶ ἑτέροιο διὰ κροτάφοιο ὡς οὖν έλλος ἔλαφος κόρση κόρταφος καὶ κρόταφος . ἡ διπλῆ δὲ . δι’ ὅτι προειπὼν τὴν κεφαλὴν διέσταλκεν κατα μερος τὸν κρόταφον ⁑
msA, 4.745, commenting on 4.503 τόν δε σκότος ὄσσε κάλυψεν· σολυκισμὸς παρα τὰς πτώσεις . ἔδει γὰρ εἰπεῖν τοῦ δὲ σκότος ὄσσε κάλυψεν ⁑
msA, 4.750, commenting on 4.508 Περγάμου ἐκκατιδών· ἐκ τῆς ἀκροπο προσχων . Ὅμηρος δὲ μόνην τὴν τῆς Ἰλίου ἀκρόπο Πέργαμον καλεῖ . οἱ δὲ νεώτεροι πάσας τὰς ἀκροπο ἰστέον δὲ ὅτι οἱ παλαιοὶ κτίζοντες τᾶς πο ἐν τοῖς ὑψηλοτέροις τόποις ἀκροπο ἐποίουν δια τὸ εκεῖσε προσφεύγειν ἀπο των κοιλοτέρων τόπων τοὺς ενοικοῦντας ἐν τοῖς κατακλυσμοῖς ⁑
msAil, 4.879, commenting on 4.511 ὑπομεῖναι
msAim, 4.878, commenting on 4.490 ἐν αλλω ακοντισε δουρὶ φαεινῳ ⁑
msAint, 4.734, commenting on 4.497 ἑαυτὸν
msAint, 4.740, commenting on 4.500 οτ οὐ λέγει ὡς ἑν Ἀβύδω ἱπποτροφίων όντων τοῦ Πριάμου ⁑