Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 61v

Manuscript msA, page 61v

image

prev: 61r next: 62r

Iliad text

4.512 οὐ μὰν οὐδ’ Ἀχιλεὺς , Θέτιδος παῖς ἠϋκόμοιοimage1

4.513 μάρναται· ἀλλ’ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει·image1, 2

4.515 ῶρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια ,image1, 2

4.516 ἐρχομένη καθ’ ὅμῑλον , ὅθι μεθίεντας ἴ̈δοιτο·image1, 2

4.517 Ἔνθ’ Ἀμαρυγκείδην Διώρεα μοῖρ’ ἐπέδησε .image1, 2

4.518 χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντιimage1

4.519 κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν .image1

4.520 Πείρως Ϊμβρασίδης . ὃς ἂρ Αἰνόθεν εἰληλούθει·image1

4.521 ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴςimage1, 2

4.522 ἄχρις ἀπηλοίησεν· ὁ δ’ ὕπτιος ἐν κονίῃσιimage1

4.523 κάππεσεν· ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας·image1, 2

4.524 θυμὸν ἀποπνείων . ὁ δ’ ἐπέδραμεν· ὅς ρ’ ἔβαλέν περimage1

4.525 Πείρως · οῦτα δὲ δουρὶ παρ’ ὀμφαλὸν . ἐκ δ’ ἄρα πᾶσαιimage1

4.526 χύντο χαμαὶ χολάδες . τὸν δὲ σκότος ὄσσ’ ἐκάλυψεν·image1, 2

4.527 Τὸν δὲ Θόας Αἰτωλὸς ἐπεσσύμενον βάλε δουρὶimage1, 2, 3

4.528 στέρνον ὑπὲρ μαζοῖο , πάγη δ’ ἐν πνεύμονι χαλκός·image1

4.529 ἀγχίμολον δέ οἱ ἦλθε Θόας · ἐκ δ’ ὄβριμον ἔγχοςimage1

4.530 ἐσπάσατο στέρνοιο· ἐρύσσατο δὲ ξίφος ὀξὺ·image1

4.531 τῷ ὅ γε γαστέρα τύψε μέσην· ἐκ δ’ αίνυτο θυμὸν .image1

4.532 τεύχεα δ’ οὐκ ἀπέδυσε , περίστησαν γὰρ ἑταῖροιimage1

4.533 Θρήϊκες ἀκρόκομοι· δολὶχ ἔγχεα χερσὶν ἔχοντες·image1

4.534 οἵ ἑ μέγαν περ , ἐόντα· καὶ ἴφθιμον· καὶ ἀγαυὸνimage1, 2

4.535 ὦσαν ἀπο σφείων· ὁ δὲ χασσάμενος πελεμίχθη .image1, 2

4.536 ὡς τώ γ’ ἐν κονίῃσι παρ’ ἀλλήλοισι τετάσθηνimage1

Scholia text

msA, 4.758, commenting on 4.515 ‡ Τριτογένεια · ἡ Ἀθηνᾶ ἡ τὸ τρεῖν καὶ φοβεῖσθαι γεννῶσα τοῖς πολεμίοις . ἡ ἐπι Τρίτωνι ποταμῷ τῆς Λιβύης γεννηθεῖσα ὅτι γεννηθεὶσαν ἔτρεσαν αὐτην οἱ θεοί ⁑image

msA, 4.771, commenting on 4.526 ‡ χῦντο χαμαὶ χολάδες· τὰ ἔντερα ἐπειδὴ εἰς αὐτὰ συρρεῖ ἡ ξανθὴ χολὴ τοῦτο μηχανησαμένης τῆς φύσεως προς τὸ διαθερμαίνεσθαι καὶ ἐρεθίζεσθαι αὐτὰ τῇ δριμύτητι αυτης πρὸς τὴν ἀπόκρισιν τῶν περιττῶν· ἤμελλεν γὰρ ψυχρὰ ὄντα τῇ κράσει ἀργὰ μένειν καὶ μηδεπότε ποιεῖν τὴν ἀπόκρισιν τοιαῦτα γὰρ τὰ νευρώδη πάντα· οἱ δὲ ἐτυμολόγησαν παρα τὸ χεῖσθαι οὐ καλῶς ⁑image

msA, 4.775, commenting on 4.534 οἵ ε μέγαν περ ἐόντα· ἐγκλητικῶς ἀναγνωστέον ἵνα εἰς ἁπλην ἀντωνυμίαν ἡ μετάληψις γένηται ⁑image

msA, 4.778, commenting on 4.535 ὠς ἂν ἀπο σφείων· ἡ διπλὴ προς τὸ σημαινόμενον ὅτι τὰ ἐμπησσόμενα τῇ ἀσπίδι δόρατα ἀναχωροῦντες διετίνασσον ἵνα ἐκπέση ⁑image

msAext, 4.886, commenting on 4.516 μεθιένταςimage

msAim, 4.881, commenting on 4.517 Ἀρισταρχ μοῖρα πέδησε Ϊα ⁑image

msAim, 4.882, commenting on 4.521 οτ μεταφορικῶς τὸν ἀνένδοτον καὶ σκληρὸν αναιδ λέγει ⁑image

msAim, 4.883, commenting on 4.523 βραχεῖα διαστ μετα τὸ ρημ ⁑image

msAim, 4.884, commenting on 4.527 Ἀρισταρχ δια τοῦ α ἀπεσσύμενον ἀπιόντα τὸν Πείρωια ἐν δὲ τῇ ἑτέρᾳ ἑπεσσύμε ἵνα ἐπι τοῦ Θόαντος λέγηται ἄτοπος δὲ τέλεον ἡ φερομένη ἐπεσσύμενον ⁑image

msAim, 4.885, commenting on 4.538 συναπτέον ἕως τοῦ ἡγεμόνες ⁑image

msAint, 4.774, commenting on 4.527 οτ τὸ βάλε ἐκ βολῆς ετρωσε ⁑image