Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 62r

Manuscript msA, page 62r

image

prev: 61v next: 62v

Iliad text

4.537 ἤτοι ὁ μὲν Θρῃκῶν · ὁ δ’ Ἐπειῶν χαλκοχιτώνωνimage1

4.538 ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι·image1, 2

4.539 Ἔνθά κεν οὔ , κ έτι . ἔργον ἀνὴρ ὀνόσαιτο μετελθὼνimage1, 2

4.540 ὅς τις έτ’ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷimage1, 2

4.541 δινεύοι κατὰ μέσσον· ἄγοι δέ ἑ Παλλὰς Ἀθήνηimage1

4.542 χειρὸς ἑλοῦσ’ , αὐτὰρ βελέων· ἀπερύκοι ἐρωήν·image1

4.543 πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳimage1

4.544 πρηνέες ἐν κονίῃσι παρ’ ἀλλήλοισι τέταντο ⁑image1

5.1 Ἔνθ’ . αῦ Τυδείδῃ Διομήδηϊ̆ Παλλὰς Ἀθήνη image1, 2, 3

5.2 δῶκε μένος καὶ θάρσος . ἵ̈ν’ ἔκδηλος μετα πᾶσινimage1

5.3 Ἀργείοισι γένοιτο· ἰ̈δὲ κλέος ἐσθλὸν ἄροιτο·image

5.4 δαῖέ , οἱ , ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρimage1

5.5 ἀστέρ’ ὀπωρῑνῷ ἐναλίγκιον , ὅς τε μάλισταimage1, 2, 3

5.6 λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο·image1, 2

5.7 τοῖόν , οἱ , πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων·image

5.8 ῶρσε δέ μιν κατὰ μέσσον , ὅθι πλεῖστοι κλονέοντο·image

Scholia text

msA, 4.780, commenting on 4.539 ‡ ἔνθά κεν οὐκέτι ἔργον· ὅτι περισσὸς ὁ κεν καὶ ὅτι ῥῆμα καὶ χρόνος ἐνήλλακται· ἱστέον δὲ ὅτι ὁ Ἀσκαλωνίτης βαρύνει τὴν ου ἀπόφασιν οὐκέτι ἵνα· ᾗ τὸ ἑξης ἀρχῆ έτι · φέρεται δὲ καὶ ἑτέρα ἀνάγνωσις ἐν παρ αλλήλοις οὐκ ἔτι εν παραλλήλοις δύο ὀξείαις . ἵνα τρία μέρη λόγου γένηται οὗ καὶ ὁ κε σύνδεσμος καὶ τὸ τί ἵνα τὸ ἑξῆς ᾖ οὐκ ἂν ὀνόσατο καὶ φανέντα· ὅτι διαλόγον τοιοῦτον τὸ ἔτι μόριον μετὰ τοῦ οὐχὶ ἔννοιαν ἀναδέχεται τοι αύτην ἀπόφασιν γεγονότος πράγματος , οἷον οὐκέτι φιλολογεῖ πρότερον γάρ τις ἐφιλολόγει οὐκέτι περιπατεῖ · ἐὰν οὐν παραλάβωμεν οὐκέτι ἔργον ὀνόσαιτο . τοιοῦτό τι παραληψόμθ · ὡς ὅτι πρότερον μὲν ὀνοτὸν ἢν τὸ ἔργον , νῦν δὲ οὐκ ἔτι . ἔνθεν οἶμαι τρία μέρη λόγου παρελάμβανον· οἱ δὲ κατα παρολκην τὸ ἔτι οἷον τὸ ἐν τῇ ἔνθ’ οὐκ ἔτι ἥνδανε νύμφη ⁑image

msA, 4.783, commenting on 4.541-4.542 δινεύοι κατα μέσον· διασταλτέον μέσον , καὶ ἑλοῦσα ἤρτηται γὰρ ὁ λόγος ἐκ τῶν προκειμένων . ἵν’ ᾖ ἡ διάνοια τότε ἄν τις πάντα τὰ τῆς μάχης ἔργα κατεπλάγη παρατυχὼν εἴ γε τις ἄτρωτος διὰ μέσων ἐδύνατο πορευθῆναι ἦγε δὲ αὐτον ἡ Αθ ἁπτομένη τῆς χειρος τὰ φερόμενα ἀπέτρεπε βέλη ⁑image

msA, 5.1000, commenting on 5.1 ἐνθ’ αὖ Τυδείδῃ Διομήδεϊ πῶς ἐν τῷ Καταλόγῳ δευτερον εἰπὼν Ἀχιλλέως Αἴαντα τὴν πρώτην ἀριστείαν οὐ τούτῳ τῷ δὲ Διομηδει ἀνατίθεται , ἢ ὅτι ὁ μὲν δυσκίνητος καὶ μεγαλόφρων τὴν φύσιν ὑπάρχων κατα πᾶσαν μάχην ἧν ἄριστος· ὁ δὲ ὀξὺς καὶ φιλότιμος ὡς ὑπο τῆς Ἀγαμέμνονος προτροπῆς ἀνεπτέρωται· οἱ γὰρ νεανίσκοι καὶ θυμώδεις ὑπερεθισθέντες εἰς μεγάλην τὴν επίδοσιν ἀναφέρονται ἢ ὅτι εἰς τὸν μείζονα κίνδυνον αὐτὸν φυλάττει τὸν περι τῶν νεών ⁑image

msA, 5.1001, commenting on 5.2 δῶκει μένος καὶ θάρσος τὸ μένος ἐστὶ τοῦ σώματος , τὸ δὲ θαρσος τῆς ψυχῆς , ἵνα οὖν δύνηται καὶ θαρρῇ ἀμφότερα αὐτῷ ἔδωκεν· πολὺ γὰρ δύνανται μὲν οὐ θαρροῦσι δέ , θάρσος δέ ἐστι , κατὰ μὲν τοὺς Στωϊκοὺς φιλοσόφους , τὸ ἀσφαλῶς πεποιθέναι αὐτὸν , ὅτι οὐδενὶ ἂν δεινῷ περιπέσῃ· κατὰ δὲ τοὺς ἐκ τοῦ Περιπάτου τὸ εὔελπιν εἶναι τοῦ μηδενὶ ἂν δεινῷ περιπεσεῖν ὅσον ἐφ’ ἑαυτῷ· κατα δὲ τοὺς ἐξ Ακαδημείας καὶ τοὺς Ἐρετρικοὺς ἐπίστασθαι θαρραλαῖα· κατα δὲ τοὺς Κυρηναϊκοὺς καὶ Ἐπικουρίους εὐσταθεῖν κατα διάνοιαν καὶ λόγον ἐν δεινῶν ὑπομοναῖς ὡς φησὶν ὁ ποιητὴς καὶ οἱ μυίης θάρσος ἐνί στήθεσσιν ἔθηκα · τί οὖν ἔστι θάρσος , τὸ εὔλογον παράστημα τῆς ψυχῆς θράσος δὲ τοὐναντίον δεόντως οὖν φησὶ μένος καὶ θάρσος , ἐπεὶ οὔτε ἡ δύναμις τί ἐστιν ἄνευ θάρσους , οὔτε τὸ θάρσος ἄνευ δυνάμεως· ἱστέον δὲ ὅτι ἑκάτερον θατέρου χωριζόμενον ἄπρακτον· Θαρσῶ δὲ παρά τισι τιμᾶται ἡ Ἀθηνὰ , θάρσος δὲ τὸ υπο θυ ἔπαρμα· οὐχ ὡς πρότερον δὲ μὴ ἔχοντος ἀλλα τὸ ἔμφυτον ηὔξησεν , συνεκτικώτατα δὲ πρὸς ἀνδρείαν ἀμφότερα ⁑image

msA, 5.1003, commenting on 5.5 ἀκάματον Ζωῗλος ὁ Ἐφέσιος κατηγορεῖ τοῦ τόπου τούτου καὶ μέμφεται τῷ ποιητῇ ὅτι λίαν γελοίως πεπεοίηκεν ἐκ τῶν ὤμων τοῦ Διομήδους καιόμενον πῦρ· ἐκινδύνευσε γὰρ ἂν καταφλεχθεὶς ὁ ἥρως ἔνιοι μὲν οὖν παρειλῆφθαι τὸ ὡς κατα συνήθειαν τῷ ποιητῇ ὡς καὶ ἐν ἑτέροις ὡς οἱ μὲν μάρναντο δέμας πυρὸς καὶ ἐνθάδε τὸ δαῖὲ οί ἀκάμαντον πῦρ ἵν’ ᾖ ὡς πυρὸς φαντασία οὐκ ἰ¨δικῶς πῦρ ⁑image

msA, 5.1004, commenting on 5.5 ἀστερ’ ὀπωρινῷ ϊστέον ὅτι διαφέρει ἀστὴρ ἄστρου ταύτη , ἠ ὁ μεν ἀστηρ ἐστιν ἓν σῶμα φύσεως θειοτέρας ἐννοιας ποιούμενος· ἄστρον δὲ τὸ ἐκ πολλῶν ἀστέρων συγκείμενον ἀστροθέτημα ὅπερ μιᾶ φαντασία ὄψεως ὑποπίπτει μετά τινος ἱστοριας τὴν ἀπόδοσιν ἔχων , οἶον ὁ διεζωκὼς δράκων τὰς δύο ἄρκτους , καὶ τὰ λοιπὰ· ταῦτα δὲ κεῖται ἐν τῷ ἀρκτικῷ κύκλω ὃς καὶ βόρειος καὶ ἀεὶφανὴς προσαγορεύεται· ὁ δὲ ἀντικείμενος τούτῳ κύκλος ἀνταρκτικὸς καὶ ἀφανὴς καὶ νότειος καλεῖται+image

msA, 5.1005, commenting on 5.6 Ὠκεανοῖο λείπει ἡ ἕξ , Ὠκεανὸς δὲ ὁ ὀρίζων παρα τὸ ὠκέως περὶ αὐτὸν ἀνύεσθαι τὸν δρόμον τῶν ἄστρων , ὥσπερ δὲ ἐπὶ σωματων τὰ λαμπρότερα λελοῦσθαί φαμὲν καὶ ἐπι ἡλίου πέμψεν ἐπ’ Ωκεανοῖο ῥοάων ⁑image

msAint, 4.782, commenting on 4.540 οτ διέσταλκε τὸ οὔτασαι καὶ τὸ βαλεῖν ⁑image

msAint, 5.6000, commenting on 5.1 τότε ὅτε πολλοὶ ὄλοντο ⁑image

msAint, 5.6001, commenting on 5.5 ὅτι τὸν Κῦνα λε αστέρα ὁ δὲ τὲ περισσος·image