Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 62v

Manuscript msA, page 62v

image

prev: 62r next: 63r

Iliad text

5.9 Ἦν δέ τις ἐν Τρώεσσι Δάρης · ἀφνειὸς ἀμύμων·image1, 2

5.10 ἰ̈̄ρεὺς Ἡφαίστοιο · δύω δέ οἱ υἱέες ἤστην·image

5.11 Φηγεὺς , Ἰ̈δαῖός τε μάχης εῦ εἰδότε πάσης·image

5.12 τώ οἱ ἀποκρινθέντε ἐναντίω ὡρμηθήτηνimage

5.13 τὼ μὲν ἀφ’ ἵπποιϊν· ὁ δ’ ἀπο χθονὸς ὤρνυτο πεζός·image

5.14 οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ ἀλλήλοισιν ϊόντες .image1

5.15 Φηγεύς ῥα πρότερος προἵ̈ει δολιχόσκιον ἔγχος·image

5.16 Τυδείδεω δ’ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ’ ἀκωκὴimage

5.17 ἔγχεος . οὐδ’ ἔβαλ’ αὐτὸν . ὁ δ’ ὕστερος ὤρνυτο χαλκῷimage1

5.18 Τυδείδης · τοῦ δ’ οὐχ άλιον βέλος ἔκφυγε χειρὸς .image

5.19 ἀλλ’ ἔβαλε στῆθος μεταμάζιον . ῶσε δ’ ἀφ’ ἵππων·image1

5.20 Ἰ̈δαῖος δ’ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον·image1

5.21 οὐδ’ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·image1

5.22 οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν·image1

5.23 ἀλλ’ Ἥφαιστος ἔρυτο· σάωσε δὲ νυκτὶ καλύψας·image1

5.24 ὣς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴηι·image1

5.25 ἵππους . δ’ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸςimage

5.26 δῶκεν ἑταίροισιν· κατάγειν κοῖλας ἐπὶ νῆας·image

5.27 Τρῶες δὲ μεγάθυμοι· ἐπεὶ ἴ̈δον υἷε Δάρητος image

5.28 τὸν μὲν ἀλευάμενον . τὸν δὲ κτάμενον παρ’ ὄχεσφι .image1

5.29 πᾶσιν ὀρίνθη θυμὸς· ἀτὰρ γλαυκῶπις Ἀθήνη image1

5.30 χειρὸς ἑλοῦσ’ ἐπέεσσι προσηῦδα θοῦρον Ἄρηα .image

5.31 Ἆρες Ἄρες , βροτολοιγὲ , μιαιφόνε . τειχεσιπλῆτα·image1, 2, 3

5.32 οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς image

5.33 μάρνασθ’ , ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ .image

Scholia text

msA, 5.1006, commenting on 5.9 ‡ Δάρης ὡς Χάρης ὁμολογεῖ καὶ ἡ γενικὴ Δάρητος γὰρ ὡς Χάρητος · εἰ γὰρ ὀξύνετο , ἡ γενικὴ ἐγίνετο Δαροῦς ὡς σαφοῦς , ὅτι τὰ εἰς ης δισύλλαβα ὀξύτονα ἓν ἔχοντας σύμφωνον εἰς ους περατοῦται κατὰ τὴν γενικήν σαφοῦς πρηνοῦς πρυλοὺς φραδοὺς φραδέος νόου ἔργα τοιαύτη ἄρα ἐγίνετο καὶ ἡ τοῦ προκειμένου ὀνόματος κλίσις περι δὲ τοῦ ψίλητος παρ’ Αἰσχύλῳ , καὶ τοῦ Κουρῆτες τ’ ἐμάχοντο . καὶ τοῦ κριτὴς ἐν τοῖς Περι ὀνομάτων ἀποδώσομεν τὸν λόγον· γέγονε δὲ τὸ Δάρης ἤτοι παρα το δείρω καὶ ἐκδείρω εοικὸς γὰρ ϊερεῖ . καὶ ἐχρήν γε αὐτῷ εἶναι Δέρης ὡς Φέρης , ἐτράπη το ε εἰς α . ἠ παρα τὸ δαίω τὸ καίω ἐν πλεονασμῷ τοῦ ρ ⁑image

msA, 5.1007, commenting on 5.9 ἢν δέ τις ἐν Τρώεσσι τοῦτο τὸ εῖδος διήγησις λέγεται τρεῖς δὲ ἀρεται διηγήσεως σαφήνεια συντομία πιθανότης ἄπερ ἐνέθηκεν , τὸ ἔθνος τὸ ὄνομα τὴν τυχην · τὸν τρόπον τὴν ἀρχήν τῶν παίδων τὰ ὀνοματα καὶ τὴν ἀρετήν +image

msA, 5.1008, commenting on 5.19 μεταμάζιον οὕτως μεταμάζιον ἓν ποιητέον ὡς τὸ μεταφρενον καὶ ἐνωπιον παρῆκται δὲ παρα τὸ μαζός καὶ τὴν μετα ὡς παρα τὸ χθονός καὶ τὴν ἐπὶ ἐπιχθόνιος παρα ποταμὸν παραποτάμιος · γίνεται γὰρ καὶ ἀπο δύο λέξεων κατα παράθεσιν ἕν τι παραγωγον ὡς τὸ Νέαπολίτης καὶ ἄλλα μυρία ⁑image

msA, 5.1009, commenting on 5.20 Ἱδαῖος δ’ ἀπόρουσε κατηγορεῖ καὶ τούτου τοῦ τόπου ὁ Ζωΐλος ὅτι λίαν φησιν γελοίως πεποίηκεν ὁ ποιητης τὸν Ἰδαῖον ἀπολιπόντα τοὺς ἵππους καὶ τὸ ἅρμα φεύγειν ηδύνατο γὰρ μᾶλλον ἐπι τοῖς ἵπποις· ἀλλα ῥητέον ὅτι κατέθορε μὲν τοῦ άρματος , ὡς ὑπερασπίσων τὸν ἀδελφόν εὐλαβηθεὶς δὲ τὸν πολέμιον εἰς φυγὴν ἐτράπη· οἱ δὲ λεγουσιν ὅτι εἰδὼς τὸ Διομήδους φίλιππον δια τοῦτο εᾷ τοὺς ἵππους ὅπως περι αυτοὺς γένηται , ἠ ὅτι οὐκ ἔπεισε τῷ συμφέροντι αἱ γὰρ φρένες ταραχθῆσαι παρέπλαγξαν καὶ τὸ σοφόν τοιοῦτος εὑρίσκεται παρ αυτῷ καὶ ὁ Ἀλεξανδρος ἑλκόμενος ὑπο τοῦ ἐχθροῦ καὶ ἀγχόμενος ὑπο τῆς κόρυθος καὶ τῆς παρούσης συμφορᾶς καὶ ἀγνοῶν χρήσασθαι τῷ παρόντι ξίφει κατα τοῦ πολεμίου·image

msA, 5.1010, commenting on 5.22 οὐδε γὰρ οὐδε κεν ἡ μία περισσὴ ἀπόφα οὐδε γὰρ οὐδε βίη οὐδε γὰρ οὐδε Δρύαντος , καὶ ἐστιν ἡ μία μὲν ἐπι τοῦ πραγματος θατέρα δὲ ἐπι τοῦ προσώπου ⁑image

msA, 5.1011, commenting on 5.28 παρ όχεσφι τὸ παρ όχεσφι , προσδιδόασι τινὲς τοῖς ἑξῆς ἵν ᾖ παρ’ όχεσφι πᾶσιν ὀρίνθη θυμός , καὶ λέγει τοὺς ἁρματηλάτας τεταράχθαι , καὶ ἀλλαχοῦ ἱππηλασθαι φησὶν ἤδη τὰ ἅρματα· βέλτιον δὲ τοῖς ἄνω αὐτὸ προσδιδόναι καὶ νοεῖν ἐκ τοῦ παρ όχεσφιν τὸν τόπον τῶν ἁρμάτων , ἡ καὶ κυρίως , τὰ γὰρ ἅμα γινόμενα οὐ δυνατον ἅμα λέγεσθαι ⁑image

msA, 5.1013, commenting on 5.31 τείχεσιπλῆτα ὅτι Ζηνόδοτος γράφει τείχεσιβλῆτα ὁ τείχη καταβάλλων· Ποσειδῶνος δὲ ἔργον τὸ ἐκ θεμελίων καταβάλλειν καὶ τὰ ἐπίγεια σείειν , Ἄρεος δὲ τοῖς τείχεσι προσπελάζειν· καὶ ἔστιν ἐπιθετον ἀνάλογον τὸ παρὰ Στησιχώρῳ · πυλεμάχῳ ⁑image

msAil, 5.6008, commenting on 5.23 ψιλοῦταιimage

msAil, 5.6009, commenting on 5.24 Ἀιωλικόςimage

msAil, 5.6010, commenting on 5.29 ἀντὶ πάντωνimage

msAim, 5.6003, commenting on 5.14 ἀντι τοῦ ἐπ αλληλοιςimage

msAim, 5.6004, commenting on 5.17 ἀντὶ τοῦ οὐκ επέτυχεν ⁑image

msAim, 5.6005, commenting on 5.21 προς τὴν περίβασιν ὅτι κατα μεταφορὰν τὸ ὑπερμαχῆσαι καὶ τὸ ὃς Χρυσην ἀμφιβέβηκας τοιοῦτόν εστιimage

msAim, 5.6006, commenting on 5.27-28 προς τὸ σχημα εδει γὰρ τῶν υἱῶν Δαρητος τὸν μὲν αλευόμενον τὸν δὲ κτάμενον ⁑image

msAim, 5.6007, commenting on 5.31 παλιλογία ⁑image