Manuscript msA, page 63r
| prev: 62v | next: 63v |
5.34 νῶϊ δὲ χαζώμεσθα· διὸς δ’ ἀλεώμεθα μῆνιν·
5.35 ὡς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα ·
5.36 τὸν μὲν ἔπειτά καθεῖσεν ἐπ’ ἠϊόεντι Σκαμάνδρῳ ·
5.37 Τρῶας δ’ ἔκλιναν Δαναοί · ἕλε δ’ ἄνδρα ἕκαστος1
5.38 ἡγεμόνων . πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων
5.39 ἀρχὸν ἁλιζόνων Ὀδίον μέγαν ἔκβαλε δίφρου·1, 2, 3, 4
5.40 πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ· ἐν δόρυ πῆξε
5.41 ὤμων μεσσηγὺς . διὰ δὲ στήθεσφιν ἔλασσεν·
5.43 Ἰδομενεὺς δ’ ἄρα Φαῖστον ἐνῄρατο Μῄονος υἱὸν
5.44 Βώρου · ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει·1, 2
5.45 τὸν μὲν ὰρ Ἰδομενεὺς δουρὶ , κλυτὸς ἔγχεϊ μακρῷ
5.46 νύξ’ ἵππων ἐπιβησόμενον . κατα δεξιὸν ὦμον·1
5.47 ἤριπε δ’ ἐξ οχέων , στυγερὸς δ’ ἄρα μιν σκότος εἷλε·
5.48 Τὸν μὲν ὰρ Ἰδομενῆος ἐσύλευον θεράποντες·
5.49 υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον , αἵμονα θήρης·
5.50 Ἀτρείδης Μενέλαος ἕλ’ ἔγχεϊ ὀξυόεντι·
5.51 ἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ Ἄρτεμις αὐτὴ
5.52 βάλλειν ἄγρια πάντα· τά τε τρέφει οὔρεσιν ὕλη·1
5.53 ἀλλ’ οὔ οἱ τότε γε , χραῖσμ’ Άρτεμις ἰοχέαιρα·1
5.54 οὐδὲ ἑκηβολίαι· ᾗσιν τὸ πρίν γ’ ἐκέκαστο·
5.55 ἀλλά μιν Ἀτρείδης δουρὶ , κλυτὸς Μενέλαος
5.56 πρόσθεν ἕθεν φεύγοντα μετάφρενον ούτασε δουρί·1
5.58 ήριπε δὲ πρηνὴς . ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ·1
5.59 Μηριόνης δὲ Φέρεκλον ἐνῄρατο , Τέκτονος υἱὸν
5.60 Ἁρμονίδεω , ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα1, 2, 3
msA, 5.1014, commenting on 5.39 ‡ Ὀδίον μέγαν προ τέλους ἡ ὀξεῖα ἐπεὶ κύριόν ἐστιν· τὸ δὲ προσηγορικὸν , ὀδίος ὡς σκότιος . βούλονται γὰρ τὰ τοιαῦτα τριβράχεα ἐπι κυρίων μὲν παροξύνειν ἐπι δὲ προσηγορικῶν προπαροξύνειν Τύχιος , Δολίος κἂν μὴ σχῇ διαστολὴν ὡς τὸ Χρομίος · Πτολεμαῖος μέντοι γε κὰν τῇ Ὀδυσσείᾳ ἀνεγίνωσκεν , Ἀλκίνοος δ’ Ἁλίων προ τέλους ποιῶν τὴν ὀξεῖαν . ἔστι μέντοι γε διαπεφευγότα τινὰ ὡς τὸ Ἄνιος καὶ Εὐφορίωνος Ξένιος , καὶ ἐν τῇ συνηθ τὸ Κρόνιος ἡ δε διπλὴ πρὸς τὴν ὁμωνυμίαν τοῦ Ὀδίου ⁑
msA, 5.1015, commenting on 5.44 Φαῖστον προπερισπᾶται ἐπὶ τοῦ ἥρωος ἐπι δὲ τῆς πόλεως ὀξύνεται ἐς Φαιστὸν μικρὸν δὲ λίθος ⁑
msA, 5.1016, commenting on 5.39 ἀρχὸν Ἁλιζόνων ἔθνους Θρακῶν ἄλλοι δὲ εἶπον αὐτὸ ἓν εἶναι τῶν περι τὴν Καρικὴν θάλασσαν οἰκούντων Περσῶν+
msA, 5.1017, commenting on 5.56 ‡οὐδὲ ἑκηβολίαι οὕτως ἑκηβολίαι ὡς εὐστοχίαι· ἔφαμεν γὰρ ὅτι τὸ ἀναδιδόναι τὸν τόνον τῶν μεταγενεστέρων ἐστὶν Ἀττικῶν ὅτε περι τοῦ πῇ δὴ συνθεσίαι διελαμβάνομεν ⁑
msA, 5.1018, commenting on 5.60 Ἁρμονίδεω ὅτι ὀνοματοθετικὸς ὁ ποιητὴς καὶ ἐν Ὀδυσσείᾳ παραπλησίως ποιεῖ , οἰκεῖον γὰρ τέκτονος τὸ ἁρμόζειν κακεῖ Τερπιάδης δέ τ’ ἀοιδός , καὶ ὅτι ἀμφίβολος , πότερον ὁ Φέρελος ἔπηξεν τὰς ναῦς ἠ ὁ Ἁρμονίδης ἐφ ἃ καὶ Ἀρίσταρχος φέρεται ⁑
msAim, 5.6013, commenting on 5.46 προς τὸ φυγεῖν δηλονὅτι ⁑
msAim, 5.6014, commenting on 5.52 ὅτι σαφῶς τὸ βάλλειν ἀντὶ τυγχάνειν ⁑
msAim, 5.6015, commenting on 5.53 ὅτι Ζηνοδοτος γράφει χραισμεν θανάτοιο πελωρα . ἀδιανόητον δὲ γίνεται τὸ λεγόμενον
msAim, 5.6016, commenting on 5.58 ὅτι απο τῆς πληγῆς πέπτωκε φεύγων καὶ τετραμμενος ἐπι στόμα·
msAim, 5.6017, commenting on 5.60 ἐν τῇ ετερᾳ τῶν Αρισταρχου δαίδαλα πολλὰ ·
msAint, 5.6018, commenting on 5.39 δασυντ τὸ Αλιζόνων οὐ γὰρ ϊστοροῦνται λεγόμενοι·
msAint, 5.6019, commenting on 5.44 πο Λυδίας ἡ νῦν Σαρδ ⁑