Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 63v

Manuscript msA, page 63v

image

prev: 63r next: 64r

Iliad text

5.61 τεύχειν , ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη ·image

5.62 ὃς καὶ Ἀλεξανδρῳ τεκτήνατο νῆας ἐΐσαςimage1

5.63 ἀρχεκάκους , αἳ πᾶσι κακὸν Τρώεσσι γένοντοimage

5.64 οἷ τ’ αὐτῷ . ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη .image1, 2, 3

5.65 τὸν μὲν Μηριόνης , ὅτε δὴ κατέμαρπτε διώκων ,image

5.66 βεβλήκει γλουτὸν κατὰ δεξιόν , ἡ δὲ διαπρὸimage1

5.67 ἀντικρὺ κατὰ κύστιν ὑπ’ ὀστέον ἤλυθ’ ἀκωκή .image

5.68 γνὺξ δ’ ἐριπ’ οἰμώξας· θάνατος δέ μιν ἀμφ’ ἐκάλυψε .image1

5.69 Πήδασον δ’ ὰρ’ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν .image1

5.70 ὅς ῥα νόθος μὲν ἔην· πύκα δ’ ἔτρεφε δῖα Θεανὼimage1

5.71 ἶσα φίλοισι τέκεσσι· χαριζομένη πόσεϊ ᾧ·image

5.72 τὸν μὲν Φυλείδης δουρὶ , κλυτὸς ἐγγύθεν ἐλθὼνimage

5.73 βεβλήκει κεφαλῆς κατὰ ϊνίον ὀξέϊ δουρί·image1

5.74 ἀντικρὺ δ’ ἂν’ ὀδόντας , ὑπὸ γλῶσσαν τάμε χαλκός·image

5.75 ήριπε δ’ ἐν κονίης . ψυχρὸν δ’ έλε χαλκὸν ὀδοῦσιν·image1, 2

5.76 Εὐρύπυλος δ’ Εὐαἰμονίδης . Ὑψήνορα δῖον ,image1

5.77 υἱὸν ὑπερθύμου Δολοπίονος · ὅς ῥα , Σκαμάνδρου image

5.78 ἀρητὴρ ἐτέτυκτο· θεὸς δ’ ὡς τίετο δήμῳ .image

5.79 τὸν μὲν ὰρ Εὐρύπυλος , Εὐαίμονος ἀγλαὸς υἱὸςimage1

5.80 πρόσθεν ἕθεν φεύγοντα . μεταδρομάδην ἔλας’ ὦμονimage

5.81 φασγάνῳ ἀΐξας , ἀπὸ δ’ ἔξεσε χεῖρα βαρεῖαν·image1

5.82 αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατ’ όσσεimage

5.83 ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή·image1

5.84 ὣς οἱ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·image

5.85 Τυδείδην δ’ οὐκ ὰν γνοίης ποτέροισι μετείηι·image1

Scholia text

msA, 5.1019, commenting on 5.64 ‡οἵ τ’ αὐτῷ ἀθετεῖται ὅτι οὐχ ὑγειῶς ἐξενήνοχεν αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο ἑαυτῷ τὲ ἔδει γὰρ αὐτῷ τε· ἡ δέ οἱ ὀρθοτονεῖται νῦν δια τὴν ἀρχήν· οὐ πάντως δὲ εἰς σύνθετον μεταληφθήσεται ὅμοιον δέ ἐστι τὸ ἀλλὰ τόδ’ ἡμὲν ἐμοὶ πολὺ κάλλιον ἠδέ οι αὐτῷ ⁑image