Manuscript msA, page 64r
| prev: 63v | next: 64v |
5.86 ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι . ἠ μετ’ Ἀχαιοῖς ,
5.87 θῦνε γὰρ ἀμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς
5.88 χειμάρρῳ· ὅς τ’ ὦκα ῥέων ἐκέδασσε γεφύρας·
5.89 τὸν δ’ οὔτ’ άρ τε γέφυραι ἐεργμέναι ἰ̈σχανόωσιν .1
5.90 οὔτ’ ἄρα ἕρκεα ἴ̈σχει ἀλωάων ἐριθηλέων
5.91 ἐλθόντ’ ἐξαπίνης . ὅτ’ ἐπιβρίσῃ Διὸς ὄμβρος·
5.92 πολλὰ δ’ ὑπ’ αὐτοῦ ἔργα κατήριπε κὰλ’ αἰζηῶν .
5.93 ὡς ὑπὸ Τυδείδῃ πὺκιναὶ κλονέοντο φάλαγγες
5.94 Τρώων · οὐδ’ ἄρα μιν μίμνον πολέες περ εόντες·
5.95 τὸν δ’ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς
5.96 θύνοντ’ ἀν πεδίον προ ἕθεν κλονέοντα φάλαγγας .1
5.97 αῖψ’ ἐπὶ Τυδείδῃ ἐτιταίνετο καμπύλα τόξα .
5.98 καὶ βάλ’ ἐπαΐσσοντα τυχὼν κατα δεξιὸν ὦμον
5.99 θώρηκος γύαλον . διὰ δ’ έπτατο πικρὸς ὀϊστός·1
5.100 ἀντικρὺ δὲ διέσχε . παλάσσετο δ’ αἵματι θώρηξ·1
5.101 τῷ δ’ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·
5.102 ὄρνυσθε Τρῶες μεγάθυμοι· κέντορες ἵ̈ππων .
5.103 βέβληται γὰρ ἄριστος Ἀχαιῶν · οὐδέ ἑ φημὶ1
5.104 δὴθ’ ἂνσχήσεσθαι κρατερὸν βέλος . εἰ ἐτεόν με1, 2, 3
5.105 ωρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν ·1, 2
5.106 ὡς ἔφατ’ εὐχόμενος , τὸν δ’ οὐ βέλος ὠκὺ δάμασσεν ,
5.107 ἀλλ’ ἀναχωρήσας πρόσθ’ ἵπποιϊν καὶ ὄχεσφιν1
5.108 ἔστη . καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν·
5.109 ὄρσο πέπον Καπανηϊάδη · καταβήσεο δίφρου·
5.110 ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν·
msA, 5.1030, commenting on 5.99 θώρηκος γύαλον ὅτι τὸ ὅλον κοῖτος τοῦ θώρακος γύαλον δια τὴν ποικιλότητα λέγει οὐ μέρος ὡρισμένον τοῦ θώρακος τὸ γύαλον ὅτἀν ἐπίθετον ᾖ ὀξύνεται εὐτ’ ἀν ὁ παῖς ἀπο μὲν γυαλὸν λίθον ἀγκάσασθαι ⁑
msA, 5.1031, commenting on 5.100 ἀντικρὺ δὲ διέσχε ὀξύνεται καὶ ἐκτείνεται ὅτἂν δὲ ἔχει τὸ σ συστέλλεται καὶ βαρύνεται· τὸ δὲ αἴτιον ἐν τῷ Περι ἐπιρῥήματος ἐροῦμεν ⁑
msA, 5.6133, commenting on 5.105 Λυκίηθεν Λυκίας χώρας ἧς ἐβασίλευσε Σαρπηδὼν ἔστι δὲ καὶ ἑτέρα τῆς Τρῳάδος πόλις ἧς ἐβασίλευε Πάνδαρος ⁑
msAext, 5.6031, commenting on 5.96 ἀμπεδ
msAint, 5.6030, commenting on 5.107 ἐπι τὸ ἀναχωρησας βραχὺ διασταλτ +