Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 64v

Manuscript msA, page 64v

image

prev: 64r next: 65r

Iliad text

5.111 ὡς ἂρ ἔφη , Σθένελος δὲ καθ’ ἵππων ᾶλτο χαμᾶζε·image

5.112 πὰρ δὲ στὰς . βέλος ὠκὺ . διαμπερὲς ἐξέρυσ’ ὤμου·image1

5.113 αἷμα δ’ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος·image1

5.114 δὴ τότ’ ἔπειτ’ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης ·image

5.115 κλῦθί μοι· αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη·image

5.116 εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστηςimage

5.117 δηΐῳ ἐν πολέμῳ , νῦν αῦτ’ ἐμὲ φῖλαι Ἀθήνη image

5.118 δὸς , δέ τε μ’ ἄνδρα ἑλεῖν . καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν·image1, 2

5.119 ὅς μ’ ἔβαλε φθάμενος . καὶ ἐπεύχεται , οὐδέ μέ φησὶimage1

5.120 δηρὸν ἔτ’ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο ,image

5.121 ὡς ἔφατ’ εὐχόμενος . τοῦ δ’ ἔκλυε Παλλὰς Ἀθήνη .image1

5.122 γυῖα δ’ ἔθηκεν ἐλαφρὰ , πόδας καὶ χεῖρας ὕπερθεν·image1

5.123 ἀγχοῦ δ’ ἳ̈σταμένη . ἔπεα πτερόεντα προσηύδα·image

5.124 θαρσῶν νῦν Διόμηδες ἐπι Τρώεσσι μάχεσθαι·image1

5.125 ἐν γάρ τοι , στήθεσσι μένος πατρώϊον ἧκαimage

5.126 ἄτρομον , οἷον ἔχεσκε , σακεσπάλος ἱππότα Τυδεύς ·image1

5.127 ἀχλὺν δ’ αὖ τοι ἀπ’ ὀφθαλμῶν ἕλον . ἣ πρὶν ἐπῆεν ,image1

5.128 ὄφρ’ εῦ γινώσκοις ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα·image1

5.129 τῶ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδ’ ἵκηται .image1

5.130 μή τι σύ γ’ ἀθανάτοισι θεοῖς ἀντικρὺ̆ μάχεσαιimage1

5.131 τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη image

5.132 ἔλθῃσ’ ἐς πόλεμον , τήν γ’ οὐτάμεν ὀξέϊ χαλκῷ·image1, 2

5.133 ἡ μὲν ὰρ’ ὡς εἰποῦσ’ ἀπέβη γλαυκῶπις Ἀθήνη .image1

5.134 Τυδείδης ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη·image

5.135 καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι·image

Scholia text

msA, 5.1033, commenting on 5.113 ‡αἷμα δ’ ἀνηκόντιζε δια στρεπτοῖο χιτῶνο· ἐμφαντικῆ μεταφορὰ τοῦ αἵματος ἀναθέοντος μετα βίας ἀρτηριώδης γὰρ καὶ φλεβώδης ὁ τόπος ⁑image

msA, 5.1034, commenting on 5.118 καὶ ἐς ορμὴν ἔγχεις ἐλθεῖν· τοῦτέστιν διὰ δρατος ἀγωνίσασθαι μὴ τόξοις μακρόθεν καὶ ὑπ εμοῦ ἀναιρεθῆναι , ἢ ἐμὲ ποίησον ἐλθεῖν πρὸς ἄφεσιν δόρατος τοῦτέστιν δύνασθαι ἀφεῖναι δόρυ· κάμνει γὰρ ἤδη , ἢ εἰς τὴν ὀρμὴν τοῦ ἐμοῦ ἔγχους ποίησον αὐτὴν ὑπαντῆσαι ⁑image

msA, 5.1035, commenting on 5.122 ‡γυῖα δ’ ἔθηκεν ἐλαφρά· ὁ ἀστερίσκος ὅτι ἐντεῦθεν μετενήνεκται εἰς τὸν επι Πατρόκλῳ ἀγῶνα ἐπ’ Ὀδυσσέως τρέχοντος ⁑image

msA, 5.1036, commenting on 5.126 ἄτρομον οἷον ἔχεσκε , φασὶν ἐν τῷ Θηβαϊκῷ πολέμῳ Τυδέά τρωθέντα ὑπο Μελανίππου τοῦ Ἀστακοῦ σφόδρα ἀγανακτῆσαι· Ἀμφιάρεων δὲ φόνευσαντα αὐτὸν , δοῦναι τὴν κεφαλὴν Τυδεῖ . τὸν δὲ δίκην θηρὸς ἀναπτύξαντα· ῥοφεῖν τὸν ἐγκέφαλον κατ εκεῖνο δὲ καιροῦ παρεῖναι Ἀθηνᾶν ἀθανασίαν αὐτῷ φέρουσαν ἐξ οὐνου , οὐρανοῦ καὶ δια τὸ μῦσος ἀπεστράφθαι· τὸν δε εασάμενον παρακἀλέσαι κἂν τῷ παιδὶ αὐτὴν χαρίσασθαι τὴν ἀθανασίαν· ἱστορεῖ Φερεκυδης ⁑image

msA, 5.1037, commenting on 5.127 ἀχλῦν αὐτοὶ καὶ τὴν ἀορασίαν δή σου τῶν ὀφθαλμῶν ἀφελόμην , φῶς φησὶν ἐν τοῖς ἑξῆς· ἀγνοεῖ τὸν Γλαῦκον Διομήδης λέγων τίς δὲ σ ἐσσι φέριστε , καὶ φαμὲν ὅτι προς καιρὸν ἀφήρηται τὴν ἀχλὺν ὑπο τῆς Ἀθηνᾶς ἵνα τρώσῃ τὴν Ἀφροδίτην καὶ Ἄρεα , τρωθέντων δὲ τούτων , πάλιν καὶ τὰ σιωπώμενα ἀνταποδίδοται , ἡ οἰκεια ἀχλὺς δι’ ἣν αἰτίαν ἀγνοεῖ καὶ τὸν Γλαῦκον ⁑image

msA, 5.1038, commenting on 5.129 πειρώμενος ἀπόπειραν ποιούμενος· ἠ πειρώμενος λανθάνειν ἐν ἀνου μορφῇ ⁑image

msA, 5.1039, commenting on 5.131-5.132 ἀτὰρ εἴ κε ἐὰν δέ , μόνην δὲ βούλεται τὴν Ἀφροδίτην , δια τὸ προεἰρηκέναι τὸν Δία τῷ δ’ αὖτε φιλομμειδὴς Ἀφροδίτη , αἰεὶ παρμέμβλωκε καὶ αυτοῦ κήρας ἀμύνει κατα χεῖρα τιτρώσκεται , ἡ Ἀφροδίτη , ὅτι χειρὶ λαβομένη παρῄνει τῇ Ἑλένῃ . καὶ ἄλλως ἠρέθισται ἀκούουσα· ἡ πρακτικὴ φρόνησις καταφρονεῖν τὸν Διομήδη ἡδονῶν παρασκευάζει ⁑image

msA, 5.1040, commenting on 5.128 ὄφρ’ εὖ γινώσκοις ὅτι Ζηνόδοτος γράφει ἡμὲν θεὸν ἠδ’ ἀνων , ϊδίως δὲ εἴρηκεν ἄνδρα δια τὸ καὶ ἄνδρας , πολεμεῖν ⁑image

msA, 5.1041, commenting on 5.130 ἀντικρὺ μάχεσθαι ἐνθάδε βούλονται τοῦ ἀντικρὺ τὴν τελευταίαν συστέλλειν διὰ τὸ μετρον ⁑image

msAil, 5.6041, commenting on 5.133 ὡς άρα φωνήσαςimage

msAim, 5.6035, commenting on 5.118 οὕτως ἔν τισιν Ἡρωδιανός ἡ δὲ γραφὴ τόνδε τέ μ’ ἀνδρα ⁑image

msAim, 5.6036, commenting on 5.119 άπτεται γὰρ τῶν μειζόνων ἡ τῶν χειρόνων μεγαλαυχία·image

msAim, 5.6037, commenting on 5.121 ὅτι κατὰ τὴν ἡμετέραν χρῆσιν νῦν το ευχόμενος ⁑image

msAim, 5.6038, commenting on 5.132 Ζηνοδ τὴν οὔτασαι ⁑image

msAim, 5.6039, commenting on 5.132 διχῶς Ἀριστ καὶ οὕτως καὶ χω τοῦ γε τὴν οὐταμεν ⁑image

msAint, 5.6040, commenting on 5.124 αντι τοῦ μάχουimage