Manuscript msA, page 65r
| prev: 64v | next: 65v |
5.136 δὴ τότε μιν , τρὶς , τόσσον ἕλεν μένος . ὥς τε λέοντα·1
5.137 ὅν ῥά τε ποιμὴν ἀγρῷ . ἐπ’ εἰροπόκοις ὀΐεσσι·
5.138 χραύση μέν τ’ αὐλῆς ὑπὲράλμενον οὐδὲ δαμάσσῃ .1, 2
5.139 τοῦ μέν τε σθένος ῶρσεν· ἔπειτα δέ τ’ οὐ προσαμύνει .
5.140 ἀλλα κατα σταθμοὺς δύεται· τὰ δ’ ἐρῆμα φοβεῖται·1, 2
5.141 αἱ μέν τ’ ἀγχηστῖναι ἐπ’ ἀλλήλῃσι κέχυνται·
5.142 αὐτὰρ ὃ ἐμμεμαὼς , βαθέης ἐξάλλεται αὐλῆς·1
5.143 ὡς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης ·
5.144 Ἔνθ’ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν·
5.145 τὸν μὲν ὑπερ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί·1
5.146 τὸν δ’ έτερον ξίφει μεγάλῳ κληῗδα παρ’ ὦμον1, 2
5.147 πλῆξ’· ἀπο δ’ αὐχένος ὦμον εέργαθεν ἠδ’ ἀπὸ νώτου .1
5.148 τοὺς μὲν ἔασ’ . ὁ δ’ Ἄβαντα μετῴχετο καὶ Πολύειδον 1
5.149 υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος·1
5.150 τοῖς οὐκ ερχομένοις ὸ γέρων ἐκρίνατ’ ὀνείρους ,1
5.151 ἀλλά σφεας . κρατερὸς Διομήδης ἐξενάριζε·
5.152 βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε
5.153 ἄμφω τηλυγέτω· ὁ δὲ τείρετο γήραϊ λυγρῷ·1
5.154 υἱὸν δ’ οὐ τέκετ’ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι·
5.155 ἔνθ’ ὅ γε τοὺς ἐνάριζε . φίλον δ’ ἐξαίνυτο θυμὸν
5.156 ἀμφοτέρω· πατέρι δὲ γόον καὶ κήδεϊ λυγρὰ1
5.157 λεῖπ’ ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε
5.158 δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο·1, 2
5.159 Ἔνθ’ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο
5.160 εἰν ἑνὶ δίφρῳ ἐόντας , Ἐχέμμονά τε χρομίον τε·
msA, 5.1043, commenting on 5.140 ἀλλὰ κατα σταθμοὺς ὅτι σταθμοὺς τὰς κατ αγρὸν ἐπαύλεις καὶ ὅτι ἐπι τὸ συνώνυμον εἴληφεν ἄνω γὰρ εἴρηκεν εἰροπόκοις ὀΐεσσι , νῦν δὲ τὰ δ’ ερεῖμα φοβεῖται ⁑
msA, 5.1044, commenting on 5.142 βαθέης ἐξάλλεται αὐλῆς ἔνιοι τὸ εξ ἀντι τοῦ ἔξω ἀκούουσιν ἔξω ων βαθέης αὐλῆς ἄλλεται εἰς τὸ ἐντὸς ὁ μέντοι Ἀπολλώνιος ἐν τῷ Περι προθέσεως ἓν λέγει εἶναι τὸ ἐξάλλεται ⁑
msA, 5.1045, commenting on 5.146 κληῗδα τὴν κατακλεῖδα παρα τὸ κλείεσθαι ὑπ αυτῆς τόν τε αὐχένα καὶ τὸν ὦμον καὶ Δημοσθενης φησὶ τὴν κλεῖν κατεαγοτα ⁑
msA, 5.1046, commenting on 5.148 τοὺς μὲν ἔασ’ , πρὸς τὴν ὁμωνυμίαν καὶ γὰρ Ἀργείων ἐβασίλευε Πολύϊδος ὁ τὸν Μίνωος ἀνευρὼν παῖδα μάντις , ἡ δὲ ἀναφορὰ πρoς τὸ Αἴθρη Πιτθῆος θυγάτηρ ⁑
msA, 5.1047, commenting on 5.150 τοῖς οὐκ ερχομένοις . ἡ διπλῆ προς τὴν ἑρμηνείαν . τὸ δὲ ὅλον οἶς τισι μὴ ἐπανιοῦσι τοῦ πολέμου ὁ γέρων ἔκρινε τοὺς ὀνείρους ἔστι γὰρ τῶν ἀμφιβόων , ἤτοι γε ἐμαντεύσατο ὡς οὐκ επανερχομένοις . ἠ ἐν ήθει λέλεκται καὶ οὐ προεῖπεν δια τῶν ὀνείρων ὅτι ἀναιρεθήσονται ⁑
msA, 5.1048, commenting on 5.156 ἀμφοτέρω , ὅτι Ζηνόδοτος γράφει σὺν τῷ ν ἀμφοτέρων , οὕτως δὲ λέγει ἀμφοτέροις ἀφείλετο τὸν θυμον , τὸ γὰρ ἀμφοτέρω , νῦν ἀμφοτέρους σημαίνει· ὁμοίως δὲ λέγεται καὶ κατὰ τὸ ἑνικὸν , ἐπεί μ’ αφελεσθέ γε δόντες ⁑
msA, 5.1049, commenting on 5.158 ‡χηρωσταί ὡς ἀθληταί , οὕτως καὶ ὁ Ἀσκαλωνίτης , τὰ γὰρ εἰς τῆς λήγοντα ῥηματικὰ ὑπερ δύο συλλαβὰς φύσει μακρά παραληγόμενα , ὀξύνεται· τορευτής · βραβευτής ἀθλητής ποιητής · ὀρχιστής , χρυσωτής οὕτως οὖν καὶ παρα τὸ εεδνώσαι τὰ θύγατρα , τὸ εεδνωτής , καὶ παρὰ τὸ χηρώσας δὲ γυναῖκα τὸ χηρωστής μάχεται τὸ κυβερνήτης · τὸ γὰρ αήτης ἄλλως γέγονεν , τὸ δὲ παρα Σοφοκλεῖ ἐν Αλεξάνδρῳ στείχων δ’ ἀγρώστην ὄχλον παρώνυμον ⁑
msAim, 5.6043, commenting on 5.140 ὅτι προς το σημαινόμενον καὶ οὐ προς τὸ ρητὸν τοῦτο ἐπήγαγεν ⁑
msAim, 5.6044, commenting on 5.146 ὅτι Ζηνόδοτος γράφει τοῦ δ’ ετερου · ὁ δὲ ποιητὴς οὕτως λε ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα ⁑
msAim, 5.6045, commenting on 5.149 ὅτι ὀνειροπο ὁ δια τῶν ἰδίων ὀνείρων μαντευόμε οὐχ ὀνειροκριτης ⁑
msAint, 5.6046, commenting on 5.138 ξύσει ψαύσει
msAint, 5.6047, commenting on 5.145 ὅτι τὴν πόρρωθεν τρῶσιν βολὴν λέγει ⁑
msAint, 5.6048, commenting on 5.147 πρὸς τὴν διαφορὰν τοῦ πλῆξε καὶ ἔβαλεν ὅτι ἐκ χειρὸς επάταξεν ⁑
msAint, 5.6049, commenting on 5.153 καὶ ὅτι ἐπει δύο τὸ τιλύγετος ⁑
msAint, 5.6050, commenting on 5.158 οἱ ἀλλότριοι τοῦ γένους κληρονόμοι·