Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 65v

Manuscript msA, page 65v

image

prev: 65r next: 66r

Iliad text

5.161 ὡς δὲ λέων ἐν βουσὶ θορῶν ἐξ αυχένα άξῃimage

5.162 πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων .image1, 2

5.163 ὡς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸςimage

5.164 βῆσε κακῶς ἀἕκοντας· ἔπειτα δὲ τεύχε’ ἐσύλα·image1

5.165 ἵ̈ππους δ’ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν .image

5.166 τονδ’ ἴ̈δεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν ,image

5.167 βῆ δ’ ἴ̈μεν , ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάωνimage

5.168 Πάνδαρον ἀντίθεον διζήμενος· εἴ που ἐφεύροι·image

5.169 εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε·image1

5.170 στῆ δὲ πρόσθ’ αὐτοῖο· ἔπος τέ μιν ἀντίον ηὔδα·image

5.171 Πάνδαρε . ποῦ τοι τόξον . ἰ̈δὲ πτερόεντες ὀϊστοὶ .image

5.172 καὶ κλέος , ᾧ οὔ τις τοι ἐρίζεται ἐνθάδε γ’ ἀνήρ .image

5.173 οὐδέ τις ἐν Λυκίῃ σέο γ’ εὔχεται εἶναι ἀμείνων·image1

5.174 ἀλλ’ ἄγε τῷδ’ ἔφἑς ἀνδρὶ βέλος Διῒ χεῖρας ἀνασχὼν·image

5.175 ὅς τις ὅδε κρατέει· καὶ δὴ κακὰ πολλὰ ἔοργεimage

5.176 Τρῶας · ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ’ ἔλυσεν·image

5.177 εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν .image1

5.178 ϊρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἐπὶ μῆνις·image1, 2

5.179 τονδ’ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·image

5.180 Αἰνεία · Τρώων βουληφόρε χαλκοχιτώνων·image

5.181 Τυδείδῃ μιν ἔγωγε δαΐφρονι πάντα , ἐΐσκω·image1

5.182 ἀσπίδι γινώσκων . αὐλώπιδί τε τρυφαλείῃ·image

5.183 ἵππους τ’ εἰσὁρόων· σάφα δ’ οὐκ οἶδ’ εἰ θεός ἐστιν·image1

5.184 εἰ δ’ ὅ γ’ ἀνὴρ ὃν φημὶ δαΐφρων Τυδέος υἱὸς .image

5.185 οὐχ ὅ γ’ ἄνευθε , θεοῦ τάδε μαίνεται . ἀλλά τις ἄγχιimage

Scholia text

msA, 5.1050, commenting on 5.164 ‡ἀεκοντας στέρησις ἐστιν τοῦ ἑκόντα , τὸ ἀέκοντα · διὃ δασυντέον τὸ ε · πταίει οὖν Νικίας ψιλῶν τὸ ε · οἴεται γὰρ τὸ ἄκοντα ἐπετίθεσθαι τὸ ε , ὅπερ οὐκ έστι , τὸ γὰρ ἄκοντα συναλιφή ἐστιν τοῦ ἁέκοντα . δια τί δὲ τὸ α ἐψιλώθ ἐν ἑτέροις ἔφαμεν ⁑image

msA, 5.1053, commenting on 5.183 ἵππους τ’ εἰσορόων ἀθετεῖται ὅτι δεξαμενός τις εἰ μή τις θς ἐστιν ὁ ἐναντιούμενος ἐνέγραψεν αυτόν . οὐ διστάζει δέ ἀλλ επίσταται σαφῶς ὅτι Διομήδης ἐστὶ διὸ λέγει Τυδείδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω ἀσπίδι γινώσκων αὐλώπιδ τε τρυφαλείῃ ⁑image

msAext, 5.6055, commenting on 5.178 ηimage

msAil, 5.6056, commenting on 5.162 νέας ἣ τελείας·image

msAim, 5.6051, commenting on 5.162 ὅτι Ζηνοδ γράφει βουκόλου ἠὲ βοός παραλλήλως δὲ τὸ εἶδος τῷ γένει τέταχον·image

msAim, 5.6053, commenting on 5.173 ὅτι τὴν Τρωϊκὴν Λυκίαν λέγει·image

msAim, 5.6054, commenting on 5.181 Ἀρίσταρχος διχῶς καί μίν . καί μέν Τυδείδῃ μιν ἐγω·image