Manuscript msA, page 66r
| prev: 65v | next: 66v |
5.186 έστηκ’ ἀθανάτων , νεφέλῃ εἰλυμένος ὤμους .
5.187 ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπε ἄλλῃ·1, 2
5.188 ἤδη γάρ οἱ ἐφῆκα βέλος . καί μιν βάλον ὦμον1
5.189 δεξιόν ἀντικρὺ διὰ θώρηκος γυάλοιο·1
5.190 καί μιν ἔγωγ’ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν·
5.191 ἔμπης δ’ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις·1
5.192 ἵ̈πποι δ’ οὐ παρέασι καὶ ἅρματα τῶν κ’ ἐπιβαίην·
5.193 ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι
5.194 καλοὶ . πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι1, 2
5.195 πέπτανται· παρα δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι1
5.196 ἑστᾶσι· κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας·1, 2
5.197 ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων 1
5.198 ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν·1, 2
5.199 ἵ̈πποισίν μ’ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα1
5.200 ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας·1
5.201 ἀλλ`’ ἐγὼ οὐ πιθόμην . ῆ τ’ ἂν πολὺ κέρδιον ῆεν .
5.202 ἵ̈ππων φειδόμενος· μή μοι δευοίατο φορβῆς1
5.203 ἀνδρῶν ειλομένων εἰωθότες έδμεναι ἅ̆᾿δδην·1, 2, 3
5.204 ὡς λίπον· αὐτὰρ πεζὸς ἐς Ἴ̈λιον εἰλήλουθα
5.205 τόξοισιν πίσυνος , τὰ δέ μ’ οὐκ ὰρ ἔμελλεν ὀνήσειν·1
5.206 ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφἧκα
5.207 Τυδείδῃ τε καὶ Ἀτρείδῃ ; ἐκ δ’ ἀμφοτέροιϊν
5.208 ἀτρεκὲς αἷμ’ ἔσσευα βαλών . ἤγειρα δὲ μᾶλλον .1, 2, 3
5.209 τῶ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα1
5.210 ήματι , τῷ ἑλόμην , ὅτε τ’ Ἴ̈λιον . εἰς ἐρατεινὴν1
msA, 5.1054, commenting on 5.187 ‡ὃς τούτου βέλος ὠκὺ , ὅτι Ζηνόδοτος ἠθέτηκεν αὐτόν· οὐ γὰρ ἐτράπετο ἄλλη τὸ βέλος · ἄλλ ετυχεν αὐτοῦ· οὐ λέγει δὲ ὅτι καθόλου ἀπέτυχεν , ἀλλ’ ὅτι ἐπι καίριον τόπον φερόμενον παρέτρεψεν ⁑
msA, 5.1055, commenting on 5.191 ἔμπης δ’ οὐκ εδάμασσα ὅτι εὐκρινὲς γίνεται τὸ ἐν τοῖς ἐπάνω , ἀμφίβολον , ὅτι συνεργὸν λέγει τῷ πολεμίῳ θεόν ⁑
msA, 5.1057, commenting on 5.194 πρωτοπαγεῖς πρώτως παγέντες ὅ ἐστιν ἐξόχως ⁑
msA, 5.1058, commenting on 5.196 κρῖ λευκόν κριθάς ἀποκοπη τὸ πάθος· εἰδέναι δὲ ζεῖ καὶ ζητεῖν πότερον ἐκ τοῦ κρῗμνον , ἢ ἀπο τῆς κριθῆς ἀποκέκοπται τὸ κρι , εἰ μὴ γὰρ ἦν τὸ κρι , οὐδετέρου γένους , οὐκ ἐποιεῖτο τὴν σύνταξιν μετα τοῦ λευκόν οὐδετέρου οἶον κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας · καὶ αὐτὸ γὰρ τὸ κρῖμνον , οὐδετέρου γένους ἐστιν , φαίη τίς προς τοῦτο οὐδὲν μέγα· δύναται γὰρ καὶ ἐπι θηλυκοῦ λαμβάνεσθαι οἷον τὴν κρι λευκὸν οὖσαν ἀντι τοῦ ὥσπερ τὴν λευκὸν θν τὴν δοῦλων ἅπερ εἰσὶν Ἀττικά κρῖμνον δέ τὸ λεπτὸν ἄχυρον τῆς κριθῆς ἀποδέδεικται οὖν ὅτι τὸ κρι ἐκ τοῦ κρῗμνον καὶ οὐκ εκ τῆς κριθης ἔστι γεγονός ⁑
msA, 5.1059, commenting on 5.196 ἐρεπτόμενοι κυρίως ἀπο τῆς έρας λαμβάνοντες ⁑
msA, 5.1060, commenting on 5.200 ἀρχεύειν Τρώεσσιν· ὅτι οἱ τὴν Ζέλειαν οἰκοῦντες ὑπο τὴν Ἴδην καὶ ὑπο Πάνδαρον Τρῶες ἐλέγοντο ⁑
msAext, 5.6065, commenting on 5.198 ἐνῖ ποιητ
msAext, 5.6066, commenting on 5.198 ἰ
msAil, 5.6067, commenting on 5.187 ἐπιτυχόν
msAil, 5.6068, commenting on 5.199 εμβεβηκότα ουτως Ἀρισταρχος ⁑
msAil, 5.6069, commenting on 5.203 συστρεφομενων πολεμούτων
msAil, 5.6071, commenting on 5.208 ῥυῆναι ἐποίησα
msAim, 5.6057, commenting on 5.188 καὶ προηκάμην φησίν καὶ έτρωσα τὸν ῶμον ⁑
msAim, 5.6059, commenting on 5.210 ὅτι θηλυκῶς τὴν Ϊλιον ⁑
msAint, 5.6060, commenting on 5.189 ὅτι περιφραστικῶς πάλιν κύτους ⁑
msAint, 5.6061, commenting on 5.195 ὅτι δύο ἵπποις ὀχρῶντο
msAint, 5.6063, commenting on 5.203 Ἀρισταρχ ἄδην ἄλλοι δὲ ἄδδην διὰ β δδ +
msAint, 5.6064, commenting on 5.208 στικτέον μετα το βαλών ⁑