Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 66v

Manuscript msA, page 66v

image

prev: 66r next: 67r

Iliad text

5.211 ἠγεόμην Τρώεσσι · φέρων χάριν Ἕκτορι δίῳ·image1, 2

5.212 εἰ δέ κε , νοστήσω· καὶ ἐσόψομαι ὀφθαλμοῖσιimage1, 2

5.213 πατρίδ’ ἐμὴν ἄλοχόν τε . καὶ ὑψερεφὲς μέγα δῶμα .image1

5.214 αὐτίκ’ ἔπειτ’ ἀπ μεῖο κάρη τάμοι ἀλλότριος φῶς .image1

5.215 εἰ μὴ ἐγὼ τάδε τξα φαεινῷ ἐν πυρὶ θείηνimage1

5.216 χερσὶ διακλάσσας · ἀνεμώλια γάρ μοι οπηδεῖ·image

5.217 τὸν δ`’ αὖτ’ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηύδα·image

5.218 μὴ δ’ οὕτως ἀγόρευε· πάρος δ’ οὐκ ἔσσεται ἄλλως ,image1

5.219 πρίν γ’ ἐπὶ νὼ , τῷδ’ ἀνδρὶ σὺν ἴ̈πποισιν καὶ ὄχεσφιimage1, 2

5.220 ἀντιβίην ἐλθόντε . συν έντεσι πειρηθῆναι·image

5.221 ἀλλ`’ άγ’ ἐμῶν ὀχέων ἐπιβήσεο· ὄφρα ἴ̈δηαιimage

5.222 οἷοι Τρώϊοι ἵπποι· ἐπιστάμενοι πεδίοιοimage1

5.223 κραιπνὰ μάλ’ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φὲβεσθαι .image1, 2

5.224 τῶ` καὶ νῶϊ πόλιν δὲ σαώσετον , εἴ περ ἂν αῦτεimage1, 2

5.225 Ζεὺς ἐπὶ Τυδείδῃ Διομήδεϊ κῦδος ὀρέξῃ·image

5.226 ἀλλ’ άγε νῦν μάστιγα καὶ ἡνία σιγαλόενταimage1, 2

5.227 δέξαι· ἐγὼ δ’ ἵππων ἀποβήσομαι . ὄφρα μάχωμαι·image1, 2, 3

5.228 ἠὲ σὺ τόνδε δέδεξο· μελήσουσιν δ’ ἐμοὶ ἵπποι·image1

5.229 τὸν δ`’ αῦτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·image

5.230 Αἰνεία · σὺ μὲν αὐτὸς ἔχ’ ἡνία καὶ τεὼ ἵππω·image1

5.231 μᾶλλον ὑφ’ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμαimage1, 2

5.232 οἴσετον , εἴ περ ὰν αῦτε . φεβώμεθα Τυδέος υἱὸν·image

5.233 μὴ τὼ μὲν δείσαντε ματήσετον . οὐδ’ ἐθέλητονimage1, 2, 3

5.234 ἐκφερέμεν πολέμοιο . τεὸν φθόγγον ποθέοντε·image

5.235 νῶϊ δ’ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸςimage

Scholia text

msA, 5.1063, commenting on 5.211 ἠγεόμην Τρώεσσιν ὅτι ἀντι τοῦ Τρώων τῶν ὑπο τὴν Ἴδην , χαριζόμενος δὲ τῷ Ἕκτορι · ὑπὸ Πάνδαρον Τρῶες μετὰγράφουσι Τρώεσσι φερων χάριν ἱπποδάμοισιν · ἄλλως μετὰ δὲ τὸ Τρώεσσιν ἀναπαύσασθαι δεῖ ἡγούμην τῶν Τρώων· χάριν φέρων τῷ Ἕφτορι · τὸ δὲ Τρώεσσιν , ἤτοι καθολικῶς ὡς τὸ Τρώων δ’ οἰώθη καὶ Ἀχαιῶν καὶ τοῖς ὑφ’ Ἕκτορι τεταγμένοις , Τρωσὶ μὲν ἡγεμόνευε , μέγας κορυθαίολος Ἕκτωρ , ἠ και τοῖς Ζελείταις οἳ δὲ Ζέλειαν ἔναιον ὑπαι πόδα νείατον Ἵδης τῶν ἦρχε Λυκάονος υἱος ⁑image

msA, 5.1064, commenting on 5.219 πρίν γ ἐπι νῶ τὸ νῶ βαρυτονητέον , ἅπαξ δὲ ἐν Ἰλιάδι καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ ἐχρήσατο κατ αἰτιατικὴν πτῶσιν ὥσπερ καὶ ἐνθάδε νῶ αδησάμενοι · ὁπότε μέντοι γε σὺν τῷ ϊ λέγεται καὶ ἐπ ευθείας αὐτὸ τάσσει καὶ ἐπ αἰτιατικῆς καὶ προπερισπᾶται , νῶϊ δ’ ἐγὼ Σθένελός καὶ οὐδ ἂν νῶϊ διαδράκοι , ἠέλιός περ · περι δὲ τῆς τάσεως τοῦ μονοσυλλάβου , δια τί οὐ περιεσπάσθη , ἐν τῷ Περὶ ἀντωνυμιῶν δηλοῦται· καὶ τάχα ἐπεὶ οὐδὲν δυϊκὸν εἰς ω λῆγον περισπᾶται οὕτως γὰρ ἔχει καὶ τὸ σφώ τασσόμενον καὶ επ ευθείας καὶ επ αιτιατικῆς . καὶ παρ αυτῷ σφὼ δὲ μάλ’ ἠθέλετο , Ζεὺς σφὼ ἐς Ί¨δην ⁑image

msA, 5.1065, commenting on 5.223 κραιπνά ὅτι τοῦτο ἐστιν τὸ φόβον Ἄρηος φορεούσας τὴν ἐν πολέμῳ φυγήν· καὶ ὅτι τὸ φοβεῖσθαι καὶ φέβεσθαι ἐπι τοῦ φεύγειν Ὅμηρος τίθησιν , οὐκ επι τοῦ κατα ψυχὴν δέους ⁑image

msA, 5.1066, commenting on 5.228 ἡὲ σὺ τόνδε δέδοξε ὅτι εἴωθε περιττεύειν τῇ συλλαβῇ ὡς ἐπι τοῦ πεποίθωνται λελαχωσιν ⁑image

msA, 5.1067, commenting on 5.226 σιγαλόεντα ἢτοι εὐδιάσειστα ἠ λαμπρὰ καὶ ποικίλα τῇ κατασκευῇ τὰ μεγάλως καὶ ποικίλως κατεσκευασμένα τὰ θαυμαστὰ καὶ σιωπὴν ἐκ τοῦ θαύματος ἐντιθέντα οἱονεὶ σιγηλόεντα τινα ὄντα ⁑image

msA, 5.1068, commenting on 5.227 ἐγὼ δ’ ἵππων ἀποβήσομαι· Ἀρίσταρχος , ἀποβήσομαι δὲ ἵππων ἔφη οἷον τῆς τῶν ἵππων φροντίδος , ἐπιφέρει γοὖν ἠὲ σὺ τόνδε δέδεξο τὸν Διομήδη Ζηνοδότιος δὲ ἡ δια τοῦ ε ἐπιβήσομαι ⁑image

msA, 5.1069, commenting on 5.231 εἰωθὅτι , οὕτως εἰωθότι καὶ Ἀρίσταρχος ἑσχεδὸν ἅπαντες μᾶλλον γάρ φησιν ὑπὸ τὸ ἐθάδι καὶ συνηθ ἡνιοχ οἴσειν τοὺς ἵππους τὸ ἅρμα καὶ τὴν αἰτίαν ἐπιφέρει μὴ τὼ μὲν δήσαντε ματήσετον οὐδ ἐθέλητον ἐκφερέμεν· πολέμοιο τεὸν φθόγγον ποθέοντες , τοιοῦτο ἐστὶ , καὶ τὸ ἐν τῇ Δολωνία · ἀήθεσσον γὰρ ἔτ’ αὐτόν , δια τοῦτο φασὶν ἔνιοι καὶ τὸν Τηλέμαχον τῷ Πεισιστράτῳ κελεύειν ζεῦξαι τοὺς ἵππους , εἴη δ’ ἂν ὁ τοῦ Αἰνείου ἡνίοχος κατα τὸ σιωπώμενον καταβεβηκώς , καὶ ἔστι παρ’ Ὁμήρῳ πολλὰ τοιαῦτα ⁑image

msAext, 5.6080, commenting on 5.213 ψερὲφ’image

msAil, 5.6081, commenting on 5.211 ἀντὶ τοῦ τῶν Τρωων·image

msAil, 5.6083, commenting on 5.214 πολεμιος ἀνήρimage

msAil, 5.6084, commenting on 5.218 μη ούτως λέγεimage

msAil, 5.6085, commenting on 5.219 πρὶν ἡμᾶς κατα τοῦδε τοῦ ἀνδροςimage

msAil, 5.6086, commenting on 5.223 ταχέωςimage

msAil, 5.6087, commenting on 5.224 διὸ καὶ ἡμᾶς εἰς τὴν πο σώσουσιimage

msAil, 5.6088, commenting on 5.226 λαμπρὰ ποκίλα·image

msAil, 5.6089, commenting on 5.227 τῆς φροτιδος τῆς περι αὐτοὺςimage

msAim, 5.6073, commenting on 5.212 αντι τοῦ νοστήσαιμι ὡς πληθὺν δ’ οὐκ ὰν ἔγωγ’ περιττεύει δὲ καὶ ὁ καὶ σύνδεσμος ⁑image

msAim, 5.6074, commenting on 5.215 συναπτέον ὡς ἐν τῇ Β εἰ μὴ εγώ σε λαβών ⁑image

msAim, 5.6075, commenting on 5.224 ὅτι β ἵπποι ⁑image

msAim, 5.6076, commenting on 5.227 οὕτως Ἀρίσταρχος αποβήσομαι δια τοῦ α ·image

msAim, 5.6077, commenting on 5.231 ταῦτα ἀφ ετέρας αρχῆς ⁑image

msAim, 5.6078, commenting on 5.233 ὅτι πεπλεόνακεν ὅτι κατα τὸν τόπον τοῦτον τοις δυϊκοῖς σχημασιν ⁑image

msAint, 5.6079, commenting on 5.230 ὅτι β ἵππους ἐχρντο διὸ καὶ δι λέγει·image