Manuscript msA, page 67r
| prev: 66v | next: 67v |
5.236 αὐτώ τε κτείνῃ· καὶ ἑλάσσῃ μώνυχας ἵππους·
5.237 ἀλλα σύ γ’ αὐτὸς ἔλαυνε τὲ’ ἅρματα καὶ τεὼ ἵππω·1
5.238 τόν δε δ’ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί·1
5.239 ὡς ἄρα φωνήσαντες , ἐς ἅρματα ποικίλα βάντες .
5.240 ἐμμεμαῶτ’ , ἐπι Τυδείδῃ ἔχον ὠκέας ἵππους·1, 2
5.241 τοὺς δὲ ἴ̈δε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός·1
5.242 αῖψα δὲ Τυδείδην ἔπεα πτερόεντα προσηύδα·
5.243 Τυδείδη Διόμηδες · ἐμῷ κεχαρισμένε θυμῷ .
5.244 ἄνδρ’ ὁρόω κρατερώ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι·
5.245 ῗν’ ἀπέλεθρον ἔχοντας· ὁ μὲν τόξων εὖ εἰδὼς .1, 2
5.246 Πάνδαρος . υἱὸς δ’ αῦτε Λυκάονος εὔχεται εἶναι·
5.247 Αἰνείας δ’ υἱὸς μὲν ἀμύμονος Ἀγχίσᾱο 1, 2
5.248 εὔχεται ἐκγεγάμεν , μήτηρ δέ οἱ ἔστ’ Ἀφροδίτη ·
5.249 ἀλλ’ ἄγε δὴ χαζώμεθ’· ἐφ ἵππων· μὴ δέ μοι οὕτω1, 2, 3, 4
5.250 θῦνε δια προμάχων . μή πως φίλον ἦτορ ὀλέσσῃς·
5.251 τὸνδ’ ὰρ ὑπόδρα ἰ̈δὼν προσέφη κρατερὸς Διομήδης ·
5.252 μή τι . φόβον δ’ ἀγόρευ’· ἐπεὶ οὐδεσὲ πεισέμεν οἴω·1, 2, 3, 4
5.253 οὐ γὰρ μοὶ γενναῖον ἀλυσκάζοντι μάχεσθαι·1, 2
5.254 οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἐμπεδόν ἐστιν·1
5.255 ὀκνείω δ’ ἵππων ἐπιβαινέμεν· ἀλλὰ καὶ αὕτως1
5.256 ἀντίον εἶμ’ αὐτῶν . τρεῖν μ’ οὐκ ἔα Παλλὰς Ἀθήνη .1
5.257 τούτω δ’ οὐ πάλιν αῦτις ἀποίσετον ὠκέες ἵπποι1, 2, 3
5.258 ἄμφω ἀφ’ ἡμείων , εἰ γ’ οὖν ἕτερός γε φύγῃσιν·1, 2
5.259 ἄλλο δέ τοι ἐρέω . σὺ δ’ ἐνι φρεσὶ βάλλεο , σῇσιν·
5.260 αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ
msA, 5.1070, commenting on 5.241 ‡τοὺς δὲ ἴδεν Σθένελος ὡς ἀπο τοῦ δίφρου ὑψηλότερος ὦν ἐθεᾶτο , ἢ ὡς ἀσχολουμένου Διομήδους περι τοὺς πολεμίους ⁑
msA, 5.1071, commenting on 5.245 ἵν’ ἀπέλεθρον ἔχοντας ἡ διπλῆ προς τὴν ἡδιότητα τῆς φράσεως , ἀκόλουθον γὰρ ἦν εἰπεῖν τὸν μὲν τόξων εὖ εἰδότα· στικτέον δὲ ἐπι τὸ ἔχοντας , ἵνα μὴ σολοικισμὸς γένηται· ἐὰν δὲ συνάπτωμεν , λείπει τὸ ἐστιν τὸ πέλεθρον ἔχει πήχεις ξ δίμοιρον ⁑
msA, 5.1073, commenting on 5.252 ἐπεὶ οὐδε σε , ὁ Ἀσκαλωνίτης τὸν δὲ ὀξύνει ἵνα ἐγκλιτικῶς ἀναγνῷ οὐκ ἀναγκαῖον δέ ἀλλ’ ὀρθοτονεῖν· καὶ γὰρ δύναται σὺνδεδεσθαι ⁑
msA, 5.1075, commenting on 5.253-5.255 οὐ γὰρ μοὶ γενναῖον· σημειοῦνται τινὲς ὅτι οὕτως εἴρηται ἐγγενὲς πάτριον· σημειοῦνται δὲ καὶ τὸ ὀκνείω δ’ ἵππων ἀντι τοῦ ὀκνειρῶς ἔχω , τινὲς δὲ ἐπι τοῦ φόβου τιθέασι τὸν ὄκνον ⁑
msA, 5.1076, commenting on 5.256 τρεῖν μ’ οὐκ ἕα συστέλλεται τὸ α καὶ βαρύνεται· τὸ μὲν οὖν ἐντελὲς τοῦ ἐνεστῶτος ἐστιν ἐῶ εᾶς ἑᾶ . σὺν τῷ ϊ γραφόμενον ὡς τιμῷ τιμᾶς τιμᾶ εἴων ειας εἴα οὐ προσγραφόμενου τοῦ ϊ , οὔ μ είας μακάρεσσι · καὶ τὸ τρίτον ἐν Ϊωνικῇ παραγωγῇ τὸν δ’ οὔτι πατὴρ εἴασκε μάχεσθαι · καὶ τόνδε δ’ ἔασκεν , καὶ προστακτικὸν· ἀλλ’ ἔα ὅς οι πρῶτα εἰ τοίνυν ἐστι τοιοῦτο τρεῖν μ’ οὐκ έα , μόνον συνεστάλη τὸ ἄλφα καὶ ὁ παρατατικός ἐστιν ἰσοδυναμῶν ἐνεστῶτι· εἰ δὲ ὁ ἐνεστὼς , ἀεὶ ἐστι περισπώμενος καὶ σὺν τῷ ϊ γραφόμενος , δῆλον ὅτι πολλὰ πάθη . συστολῇ γὰρ τοῦ α καὶ εκβο τοῦ ϊ καὶ μεταβο τοῦ τόνου εἰ μὴ ἄλλως ἐκδεξαίμεθ ὅτι ἔθος αὐτῷ ταῦτα τὰ τῆς δευτέρας συζυγίας κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπ πολλάκις διαλύειν εἰς δύο αα ὧν τὸ μὲν πρότερον συνεσταλμένον ἐστὶ· τὸ δὲ δεύτερον· ἐκτεταμένον καὶ σὺν τῷ ϊ γραφόμενον ὁρᾷς οὐχ ὁράας οἶος καγώ , καὶ ἐπι τοῦ τρίτου ἰχανάᾳ δακέειν ήτ’ ἐκπεράᾳ μέγα λαῖτμα · οὐκ ἐἄᾳ Κρονίδης , τοῦτο τοίνυν τὸ ἐάᾳ δύναται κατα ἀποκοπὴν εἰρῆσθαι , τρεῖν μ’ οὐκ ἔᾰ ἔνθεν καὶ συνέσταλται τὸ α καὶ βαρύνεται , οὐκ ἄηθες δὲ καὶ ἐνεστῶτας ἀποκόπτεσθαι . καὶ ἄλλους χρόνους ὡς ἔχει τὸ οὔτα καταὶ λαπάρην · εἰ δέ τις ἐπιζητήσειεν ὁμοιότητα ἀπο τῶν εἰς ω περισπωμένων ἢ βαρυτόνων ἐπὶ τρίτου ἀποκοπὴν , καὶ μὴ εὑρὼν μηδὲ τοῦτο παραδέξαιτο . ἑαυτὸν λήσει περὶ γὰρ πάθους διαλαμβάνομεν ⁑
msAil, 5.6103, commenting on 5.240 ἤλαυνον
msAil, 5.6104, commenting on 5.245 ἀμέτρητον
msAil, 5.6105, commenting on 5.247 μεγαλήτορος
msAil, 5.6106, commenting on 5.249 επι τὸὺς ἵππους
msAil, 5.6107, commenting on 5.252 μηδαμῶς περι φυγης λέγε
msAil, 5.6108, commenting on 5.253 εκ γένους παρεπόμε ·
msAil, 5.6109, commenting on 5.253 φεῦγοντι
msAil, 5.6110, commenting on 5.254 εδραῖον βέβαιον
msAil, 5.6111, commenting on 5.257 εις τοῦ πίσω·
msAil, 5.6113, commenting on 5.258 ἀντὶ ει μὴ άρα ὁ εἷς ·
msAim, 5.6093, commenting on 5.237 τὸ πληρες ἐστὶ τεα διὸ βαρυτονητέον επιφέρει γοῦν καὶ τεὼ ἵππω ⁑
msAim, 5.6094, commenting on 5.247 ἐν ἄλλω υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο ⁑
msAim, 5.6095, commenting on 5.258 οὕτως ει γοῦν δια τοῦ γ Αρισταρχος εἴ δη έτερος αυτὸν φύγη ⁑
msAint, 5.6096, commenting on 5.238 ὅτι ἀντι τοῦ δέξομαι ἐπιτηρήσω ὡς λελάχωσιν ἀντι τοῦ λάχωσι ·
msAint, 5.6097, commenting on 5.249 οὕτως Ἀρισταρχος ἐφ ἵππων
msAint, 5.6099, commenting on 5.255 ἀλλα καίπερ πεζὸς ὑπάρχων·
msAint, 5.6100, commenting on 5.257 ὅτι οὐ τὸ αὐτὸ λέγει δια τοῦ πάλιν καὶ αὐτις , ἀλλὰ τὸν μὲν αυτις . ἀντι τοῦ πάλιν · το δε πάλιν τοπικόν ἀντι τοῦ εἰς τουπίσω ·