Manuscript msA, page 67v
prev: 67r | next: 68r |
5.261 ἀμφοτέρω κτεῖναι , σὺ δὲ τοῦσδε μὲν ὠκέας ἵππους1
5.262 αὐτοῦ ἐρυκακέειν· ἐξ ἄντυγος ἡνία τείνας·1
5.263 Αἰνείαο δ’ ἐπαΐξαι μεμνημένος ἵππων·1
5.264 ἐξελάσαι Τρώων μετ εϋκνήμιδας Ἀχαιούς .1, 2
5.265 τῆς γάρ τοι γενεῆς . ἧς , Τρωΐ περ εὐρύοπα Ζεὺς ‘
5.266 δῶχ’ υἷος ποινὴν Γανυμήδεος · οὕνεκ’ ἄριστοι1, 2
5.267 ἵππων ὅσσοι ἔασι ὑπ’ ἠῶ τ’ ἠέλιόν τε·1, 2
5.268 τῆς , γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης ·
5.269 λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους·1, 2
5.270 τῶν , οἱ , ἓξ , ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη·1
5.271 τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ’ ἐπὶ φάτνῃ·1
5.272 τὼ δὲ δύ’ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο·1, 2, 3
5.273 εἰ τούτω κε λάβοιμεν , ἀροίμεθά κε κλέος ἐσθλόν .
5.274 ὡς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
5.275 τὼ δὲ τάχ’ ἐγγύθεν ἦλθον ἑλαύνοντ’ ὠκέας ἵππους·
5.276 τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
5.277 καρτερόθυμε δαΐφρον , ἀγαυοῦ Τυδέος υἱέ·
5.278 ῆ μάλα ς’ ὀὐ βέλος ὠκὺ δαμάσσατο· πικρὸς ὀϊστὸς .1, 2
5.279 νῦν αὖτ’ ἐγχείῃ πειρήσομαι· αἴ κε τύχωμι·1
5.280 ῆ ῥα· καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος·1
5.281 καὶ βάλε Τυδείδαο κατ’ ἀσπίδα· τῆς δὲ διαπρὸ1
5.282 αἰχμὴ χαλκείη πταμένη· θώρηκι πελάσθη·1, 2
5.283 τῷ δ’ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·1
5.284 βέβληαι κενεῶνα διαμπερές· οὐδέ ς’ ὀΐω1, 2
5.285 δηρὸν ἔτ’ ἀνσχήσεσθαι . ἐμοὶ δὲ μέγ’ εὖχος ἔδωκας·
msA, 5.1077, commenting on 5.263 ‡ Αἰνεία ¨ὁ δ’ ἐπαΐξαι ὅτι τῷ ἀπαρεμφάτῳ ἀντι προστακτικοῦ ἐχρήσατο· Ζηνόδοτος δὲ Αἰνείω γράφει+
msA, 5.1078, commenting on 5.266 δῶχ’ υἷος προπερισπαστέον , ἀπο γὰρ εὐθείας ἐστὶ μὴ εἰρημένης τῆς υἷϊς ἧς γενικὴ ὤφειλεν εἶναι τρισύλλαβος ὡς μάντιος αὕτη τοίνυν συναλιφὴν παθοῦσα καὶ δισύλλαβος γενομένη βαρύνεται· ἧς ἀκόλουθος δοτικῆ Νηληΐῳ υἷϊ ἐοικὼς καὶ αἰτιατικὴ , ἀλλ υἷα Κλυτίοιο σαώσωμεν · καὶ πληθυντικὴ εὐθεῖα· υἷες ὁ μὲν Κτεάτου , καὶ αἰτιατικὴ , υἷας τ’ ὀλλυμμένους · ἀποδείξομεν δὲ καὶ τὸ υἱᾶσι δὲ Πριάμοιο παρα τοῦτο κεκλῆσθαι ἐν τοῖς Περι ὀνομάτων ὅταν καὶ περὶ τῆς καθολικῆς κινήσεως , τοῦ ὀνόματος διαλαμβάνωμεν ⁑
msA, 5.1079, commenting on 5.266 ποινήν ὅτι ἰδίως τὸ ποινῆ κέχρηται· κυρίως γὰρ ἐπὶ φόνου ποινὴν δεξαμένῳ , καὶ ὅτι τὸ ωοὔνεκα ἀντι τοῦ τούνεκα ⁑
msA, 5.1080, commenting on 5.269 θήλειας ἵππους τρίτη ἀπο τέλους ἡ ὀξεῖα ἵνα ἀπ ευθείας τῆς θῆλυς ἦ κεκλιμένον· θῆλυς εέρσῃ · Ἥρη θῆλυς ἐοῦσα · θῆλυν ὑπόρρηνον οὕτως Ἀρίσταρχος καὶ Ἀσκαλωνίτης ⁑
msA, 5.1081, commenting on 5.272 τὼ δὲ δυ’ Αἰνεία ὅτι δύο ἵπποις ἐχρῶντο . ἡ δὲ ἀναφορὰ πρὸς τὸ τέτρωρον Ξανθέ τε καὶ σὺ Πόδαργέ καὶ ὅτι φόβον τὴν φυγὴν λέγει ⁑
msA, 5.1083, commenting on 5.278 ‡ῆ μαλά σ’ προς τὴν ἑρμηνείαν η μάλα σε οὐκ ἐδάμασε τὸ βέλος ὅ ἐστιν ὁ ὀϊστός· περισπαστέον δὲ τὸν η ἔστι γὰρ μᾶλλον βεβαιωτικός ὑποστιγμῆ δὲ κατα τὸ τελος τοῦ στίχου κεῖται γὰρ ὁ η ἀντι τοῦ ει καὶ βαρύνεται . οἱ δὲ περισπῶντες στίζουσι κατα τὸ τελος ⁑
msA, 5.1084, commenting on 5.283 τῷ δ’ ἐπὶ μακρὸν ἄϋσσεν οὐκ αναστρεπτέον τὴν πρόθεσιν προς γὰρ τὸ ἥϋσε φέρεται· καὶ εἰ προς τὸ ἄρθρον δὲ συνετάττετο οὐκ ἀνεστρέφετο δι ὃν προείπομεν πολλάκις λόγον ὡς ὅτι ἐὰν μεταξὺ πέσῃ μερος λόγου οὐ γίνεται ἀναστροφὴ τῆς προθέσεως ἐὰν μὴ τελευταία στίχου τεθῇ ⁑
msA, 5.1085, commenting on 5.284 κενεῶνα τὸν ὑπὸ τὰς πλευρὰς τόπον τὴν λαγόνα παρὰ τὸ κενὸν εἶναι αὐτὸν ὀστέων ⁑
msAim, 5.6116, commenting on 5.264 δια τὴν αὐτὴν αιτίαν ⁑
msAim, 5.6117, commenting on 5.278 ἀντὶ τοῦ ει
msAint, 5.6118, commenting on 5.267 ὁ τρόπος περιφρασις
msAint, 5.6119, commenting on 5.272 οὕτως Ἀρισταρχος μτωρε δικ ἐπι γράφει τῶν ἵππων·