Manuscript msA, page 68r
prev: 67v | next: 68v |
5.286 τὸν δ’ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης ·
5.287 ἤμβροτες , οὐδ’ ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γ’ ὀΐω
5.288 πρίν γ’ ἀποπαύσασθαι · πρίν γ’ ἢ ἕτερόν γε πεσόντα1
5.289 αἵματος ἆσαι Ἄρηα ταλαύρινον , πολεμιστήν .1, 2, 3
5.290 ὡς φάμενος προἕηκε , βέλος δ’ ἴθυνεν Ἀθήνη
5.291 ῥῖνα παρ’ ὀφθαλμόν , λευκοὺς δ’ ἐπέρησεν ὀδόντας·
5.292 τοῦ δ’ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρὴς·1, 2
5.293 αἰχμὴ δ’ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα·1
5.294 ἤριπε δ’ ἐξ οχέων· ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ
5.295 αἰόλα· παμφανόωντα· παρέτρεσσαν δέ οἱ ἵπποι1, 2, 3
5.296 ὠκύποδες· τοῦ δ’ αῦθι λύθη ψυχή τε μένος τε·
5.297 Αἰνείας δ’ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ1, 2
5.298 δείσας , μή πως οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί ·1, 2
5.299 ἀμφὶ δ’ ὰρ αὐτῷ βαῖνε λέων ὣς˙ ἀλκὶ πεποιθὼς·1, 2
5.300 πρόσθε δέ οἱ δόρυ τ’ ἔσχε καὶ ἀσπίδα πάντος’ ἐΐσην ,1
5.301 τὸν κτάμεναι μεμαὼς , ὅς τις , τοῦ γ’ ἀντίος ἔλθοι·
5.302 σμερδαλέα ἰ̈άχων· ὁ δὲ χερμάδιον λάβε χειρὶ1, 2, 3
5.303 Τυδείδης , μέγα ἔργον . ὃ οὐ δύο γ’ ἄνδρε φέροιεν
5.304 οἷοι , νῦν βροτοί εἰς’ , ὁ δέ μιν ῥέα πάλλε καὶ οἶος·
5.305 τῷ βάλεν Αἰνείαο κατ’ ἰσχίον , ἔνθά τε μηρὸς
5.306 ἰσχίῳ ἐνστρέφεται , κοτύλην δέ τε μιν καλέουσι·
5.307 θλάσσε δέ , οἱ , κοτύλην· πρὸς δ’ ἄμφω ῥῆξε τένοντε·1
5.308 ὦσε δ’ ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ ὅ γ’ ἥρως1, 2
5.309 ἔστη γνὺξ , ἐριπὼν , καὶ ἐρείσατο χειρὶ παχείῃ1, 2
5.310 γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε·1
msA, 5.2000, commenting on 5.289 ‡αἵματος ᾶσαι ὅτι παρηγμενως λέγει ταλαύρινον πολεμιστην καὶ ἔν εστιν ἐξ αμφοτέρων ὑπομενητικον ἐν τῇ μάχῃ ⁑
msA, 5.2001, commenting on 5.289 ταλαύρινον Ἀρισταρχος ψιλοῖ τὸ ρ οὐ γὰρ φησὶ συν δει νοεῖ τὸν σχηματισμον ἀλλα κατὰ ἁπλην ἔννοιαν· τὸν γὰρ εὔτολμον καὶ ¨ἰσχυρον , ὁμοιως δὲ καὶ Ἀριστοφάνης Τρόφωνει δὲ ἀρέσκει ὁ σχηματισμος σύνθετος εἶναι παρὰ τὸ ταλαόν καὶ τὸ ρινὸν εἴτε δὲ λεκτον ἔχει τὸ επι τέλους εἴτε παρέλκει ὀφει φυλάτθαι τὸ πνα · οὕτως γὰρ διελάβομεν περὶ τοῦ μελιηδέος οίνου ὃ καὶ αὐτὸς συγκατατίθεται ἡ μέντοι παράδοσις επείσθη Ἀρισταρχῳ ⁑
msA, 5.2002, commenting on 5.292 πρυμνην ὡς πυκνην ἐπίθετον γὰρ . ὅ τἂν δὲ ἰδίως ἐπι τοῦ πλοίου βαρύνομεν ὡς λεύκη καὶ λευκη · ὀξύνεται δὲ , ὁ πρυμνὸς ἐπεὶ τὰ εἰς νος λήγοντα μετ επιπλοκῆς συμφώνου τριγενῆ ἁπλᾶ ὀξύνεται συχνος πυκνος οὕτως πρυμνος ⁑
msA, 5.2003, commenting on 5.290-5.291 βέλος δ’ ΐθυνεν Ἀθήνη καὶ τὰ ἑξῆς ζητεῖται , πῶς Διομήδους μὲν ἀκοντίσαντος πειζου Πανδάάρου δὲ ἀπ υ ἅρματος οὕτως ἐκ τοῦῦ κοιλοτέρου φέρομενον τὸ δόρυ κατωφερῆ πεποίηκε τὴν τρῶσιν ἔστι δὲ λέγειν ὅτι πρῶτον μὲν Ἀθηνᾶ ἦν ἡ κατευθύνουσα αὐτὸ ὴ ἦν δυνατον τοῦτο ποιῆσαι· ἐπει δὴ ὅτι προς ἐπινεύσας ὁ Πάνδαρος ἕνεκα τοῦ θεάσασθαι εἰ καιρίως τέτρωται ὁ Διομήδης ουτως ἐβλήθη δια τῆς ῥηνος τὴν γλῶσσαν· οἱ δὲ ὅτι ἐν ἀνομάλοις τόποις μαχαμενων εἰκος τὰ μὲν ἅρματα ἐν χθαμαλωτέροις τόποις τρέχειν· τοὺς δὲ πεζοὺς ἀπο μετεώρου μάχεσθαι ώστε καὶ τὸν Διομηδη ἀφ ὕψους βεβληκεναι ⁑
msA, 5.2004, commenting on 5.290-5.291 ὅτι δηλωθεὶς τῇ ὁρμῇ τοῦ ἥρωος ὁ Πανδαρος συνεκάθισεν ⁑
msA, 5.2005, commenting on 5.297 Αἰνείας δ’ ἀπόροῦσεν ἴλιόδωρος στίζει ἕως τοῦ ἀπόρουσεν εἶτα ἄρχεται ἀπο τοῦ σὺν ασπίδι δουρί τε μακρῷ ἃ γὰρ εἶλε φασὶ φησὶ πρότερον ταυτα τῷ Πανδάρω μετέδωκεν· αἴρει γοῦν φησὶ τὴν ἀσπίδα ἀπο τοῦ νεκροῦ καὶ καθοπλίζεται καὶ τὸ βληθεν ὑπὸ τοῦ Διομήδους δόρυ . τοῦτο δὲ οὐκ έστιν ἀληθὲς ὡς ὅτι ἀπο τοῦ Πανδάρου ὁ Αἰνειας αίρει τὰ ὁπλα . οὐ γὰρ εδήλωσεν ὁ ποιητης· ἀπίθανον τὲ αὐτὸν εἶναι τὸν Αἰνείαν γυμνὸν παραδεδωκέναι τοῖς πολεμίοις . ὑπόψυχρόν τε τὸ ἐκδέχεσθαι τὸν Διομδη ἕως οὗ καθοπλίσηται ὁ Αἰνείας . καὶ μὴ εὐθέως αὐτὸν ἀνελεῖν . διὸ καὶ ὁ Ἀσκαλωνίτης συνάπτει ὥστε ἐπι τοῦ Αἰνείου κεῖσθαι τὸ συν ασπίδι δουρί τε μακρῷ . καὶ δῆλον ὅτι ὁ Πάνδαρος ὑπ ἄλλου κατα τὸ σιωπώμενον καθώπλιστο· ὁ δὲ Αινείας εἰς τὸ μετάφρενον μετενηνόχει τὴν ἀσπίδα εἶχε δὲ τὸ δόρυ παρακείμενον ἣ έκειτο ἐν τῷ δίφρῳ ὥσπερ καὶ Νέστωρ ἡνιοχῶν Διομηδει ὡς σαφὲς ἐκ τοῦ Ἕκτορος προσώπου αἴ κε λάβωμεν ἀσπίδα Νεστορέην . οὕτως δὲ καὶ Αὐτομέδων ἡνιοχεῖ τῷ Πατρόκλω παραδοὺς οῦν τὰς ἡνίας Ἀλκιμέδοντι πολεμεῖ τοῖς ἰδίοις όπλοις . ταῦτα Ἡρῳδιανὸς ἐν τῇ Προσῳδίᾳ ⁑
msA, 5.2006, commenting on 5.299 ἀμφι δ ἄρ τῷ βαῖνε ὅτι ἀπο τῶν τετραπόδων ἡ μεταφορά προς τὸ ὃς Χρυσην ἀμφιβέβηκας ⁑
msA, 5.2007, commenting on 5.299 ἀλκι πεποιθῶς ἀλκί ὡς σαρκί καὶ ἔστι κατα μεταπλασμὸν ἀπο τοῦ ἀλκή τινὲς δὲ ἀπο τοῦ ἀλκίς Αἰολικοῦ αυτο φασιν τοὶς γὰρ εἰς η παράκειται εἰς ὡς ἑορτή καὶ ἑορτίς , καὶ ἐν ὑπερθέσει ἐροτίς . εἴτε ἀπευθειας τῆς ἄλξ πεποίηται ὡς οἴεται ὁ Ἀσκαλωνίτης · τρύφων δὲ ἐν τῷ Περὶ τῆς ἀρχαίας ἀναγνώσεως φησὶν ὅτι Ἀρίσταρχος λέγει ὅτι ἔθος αὐτοῖς ἐστὶ λέγειν τὴν ϊὼκὴν ἰῶκα καὶ τὴν κρόκη κρόκα καὶ τὴν ἀλκὴν ἄλκα ὡς σάρκα . ἡ δὲ σάρκα ὡς ἄλκα , καὶ ἀλκὶ ὡς σαρκί ⁑
msA, 5.2008, commenting on 5.302 σμερδαλέα ¨ἰάχων βαρύνειν δεῖ τὴν ἰάχων· ἐνεστῶτος γάρ ἐστι , καὶ παρατατικοῦ . οὐ μέντοι περισπασθήσεται , ὡς οἴεται τυραννίων· διδάσκει τὰ κινήματα· ἡμεῖς δὲ ἱάχοντες . εἰ γὰρ περιεσπᾶτο ὡς νοοῦντες ἐγίνετο ἐπι δ’¨ἴαχε λαὸς όπισθε τρεὶς δ’ ἄϊεν ¨ἰάχοντος · οὕτως οὖν καὶ τὸ φθέγξομ’ ἐγὼν ¨ἰάχουσα ὀφείλομεν προπαροξύνειν ⁑
msA, 5.2009, commenting on 5.305-5.306 κότύλην δέ τε μιν κοτύλη , τὸ κοίλον τοῦ ὀστέου ἔνθα ἡ κεφαλῃ τοῦ μηροῦ ἐνστρέφεται· ἰσχίον· τὸ ὑπο τὴν οσφῦν ὀστέον εἰς ὃ ἕγκειται τὸ ϊερὸν ὀστέον ὅπερ καὶ γλοῦτος καλεῖται καὶ κοτυλη παρα τὴν κοιλότητα ⁑
msAext, 5.6131, commenting on 5.288 πάνσεσθαι
msAil, 5.2016, commenting on 5.289 τοῦ αίματος κρέσαι τὸ καρτερικὸν καὶ πολεμιςτήρον δόρυ
msAil, 5.2017, commenting on 5.292 κατωτάτην
msAil, 5.2018, commenting on 5.295 ποικίλα
msAil, 5.2019, commenting on 5.295 πάνυλάμποντα ⁑
msAint, 5.4011, commenting on 5.293 ουτως Ἀρισταρχος εξελυθη· αλλοι δὲ ἐξεσύθη ⁑
msAint, 5.4012, commenting on 5.297 συναπτεον όλον τὸν στι ⁑
msAint, 5.4013, commenting on 5.298 οτι αντι τοῦ αὐτοῦ ⁑
msAint, 5.4014, commenting on 5.300 οτι πάλιν ἀντι τοῦ αὐτοῦ ⁑
msAint, 5.4015, commenting on 5.309 οτι εστη ἀντι τοῦ ἔμεινεν ἐπι τὰ γόνατα πεσῶν