Manuscript msA, page 68v
prev: 68r | next: 69r |
5.311 καὶ νύ̆ κεν ἔνθ’ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας ·
5.312 εἰ μὴ ὰρ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη
5.313 μήτηρ· ἥ μιν ὑπ’ Ἀγχίσῃ τέκε βουκολέοντι·1, 2
5.314 ἀμφὶ δὲ ὁν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ·1, 2
5.315 πρόσθε δέ οἱ· πέπλοιο φαεινοῦ πτύγ’μ’ ἐκάλυψεν·1, 2
5.316 έρκος έμεν βελέων· μή τις Δαναῶν ταχυπώλων
5.317 χαλκὸν ἐνι στήθεσσι βαλὼν . ἐκ θυμὸν ἕλοιτο·1
5.318 ἡ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο·1
5.319 οὐδ’ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων1
5.320 τά̄ων· ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης ·
5.321 ἀλλ’ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους1
5.322 νόσφιν ἀπὸ φλοίσβου· ἐξ άντυγος ἡνία τείνας·1, 2
5.323 Αἰνείᾱο δ’ ἐπαΐξας , καλλίτριχας ἵππους1
5.324 ἐξέλασε Τρώων μετ’ ἐϋκνήμιδας ἀχαιούς·
5.325 δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλω ὃν περὶ πάσης1
5.326 τῖεν ὁμηλικίης . ὅτι οἱ φρεσὶν άρτια ῄδη .1
5.327 νηυσὶν ἐπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ ὅ γ’ ἥρως
5.328 ὧν ἵππων ἐπιβὰς ἔλαβ’ ἡνία σιγαλόεντα·1
5.329 αῖψα δὲ Τυδείδην μέθεπε κρατερώνυχας ἵππους1, 2
5.330 ἐμμεμαὼς· ὁ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ·1, 2
5.331 γινώσκων· ὅ τ’ ἄναλκις ἔην θεὸς· οὐδε θεάων
5.332 τάων . αἵ τ’ ἀνδρῶν πόλεμον κατα κοιρανέουσιν·1
5.333 οὔτ’ ὰρ Ἀθηναίη · οὔτε πτολίπορθος ἐνὐώ·1, 2, 3
5.334 ἀλλ’ ὅτε δή ρ’ ἐκίχανε πολὺν καθ’ ὅμῑλον ὀπάζων .1, 2, 3
5.335 ἔνθ’ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς1
msA, 5.2030, commenting on 5.325 ὃν περὶ πάσης οὐκ αναστρεπτέον κεῖται γὰρ ἀντὶ τῆς ὑπέρ . δεδήλωται δὲ ἡμιν ἐν τῇ ἄμφα ἐντελῶς ὁπότε διελαμβάνομεν περι τοῦ ἀλλ‘ οδ’ ἀνὴρ ἐθελει περι πάντων ⁑
msA, 5.2031, commenting on 5.330 Κύπριν οἱ μὲν τὴν ἐπιθυμίαν . οἱ δὲ τὴν βαρβαρικην ἀφροσύνην αὐτὴν εἶναι λέγουσιν . ⁑
msA, 5.2032, commenting on 5.332 κατακοιρανέουσιν ὁ Ἀσκαλωνίτης ἀναστρέφει ἵνα γένηται κατὰ πόλεμον . δύναται δὲ ἔμφασις γενέσθαι εἰ συνάπτοιτο , τὸ κοιρανέουσιν ὡς ἀνακοιρανέοντα καὶ ἔστιν ὅμοιον τὸ ¨Ιθάκην κατακοιρανέουσιν ⁑
msA, 5.2033, commenting on 5.333 Ἐνῦ παρα τὸ ἐναύειν ὃ σημαίνει τὸ ἐμφωνεῖν· τινὲς δὲ παρα τὸ ἔνω ὃ σημαίνει τὸ φονεύω ἔνθεν καὶ αὐτὸ έντης . παρ’ αυτὴς δὲ καὶ ὁ Ἐνυάλιος ⁑
msA, 5.2034, commenting on 5.333 κακῶς ὅσοι δασύνουσι τὸ υ , τοῦ Ἐνυώ , ἄμεινον γὰρ ψιλοῦν ἀναπέπλασται γὰρ πολεμικὴ θεος ἧς οἱ νεώτεροι ποιηταὶ υν εἶναι φασὶ τὸν Ἄρεα . καὶ δια τοῦτο καλεῖσθαι Ἐνυάλιον μητρωνυμικῶς ⁑
msA, 5.2035, commenting on 5.334 ἄλλ’ ὅτε δῆ ρ’ τὸ πλῆρες ἐστὶ δίρα δίχα . οὐχ ὡς οἴεται ὁ Ἀσκαλωνίτης . ὅτι τὸ δή ἐπλεόνασε τὸ ρ . δι ὃ βαρύνει ⁑
msAext, 5.2044, commenting on 5.314 ἀμφι δ‘ εὸν
msAil, 5.2045, commenting on 5.313 ἥ τις αὐτόν
msAil, 5.2047, commenting on 5.314 περιεβάλετο ⁑
msAil, 5.2048, commenting on 5.315 ἀντι τοῦ διπλῶ τῷ πέπλω ἑαυτὸν ἐσκέπασεν ⁑
msAil, 5.2049, commenting on 5.318 ηρεμα ἐξέφερεν ⁑
msAil, 5.2050, commenting on 5.321 κατέσχεν ⁑
msAil, 5.2051, commenting on 5.322 χω ἔξω τῆς μάχης ⁑
msAim, 5.2038, commenting on 5.311a καὶ ὁ χρ καὶ τὸ ῥῆμα ἐνήλλακται ἀντι τοῦ ἀπώλετο ἂν ⁑
msAim, 5.2039, commenting on 5.323 τι ὅ Ζηνόδοτος γρ αινείω οὐκ εστι δὲ Αινείως ὡς Πετεως ⁑
msAim, 5.2041, commenting on 5.333 ὅτι πολεμικὴ ἡ θεος
msAint, 5.2042, commenting on 5.317 Ἀρίσταρχος ὄλοιτο ⁑
msAint, 5.2043, commenting on 5.319 ὅτι ἰδίως συνθεσιάων ἀντι τοῦ ἐντολῶν ⁑